Ancient Greek
633.1
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 633.1
Unproofread scanNot analysed yet
καγαθὰ γένοιτο τῷ τὰς πόλεις ἡμῖν ἐπιτροπεύειν λαγόντι· δεῖξαι γὰρ πρὸ τῆς πείρας τὸ μέλλον βουλόμενος καὶ παλαιὰς τύχης ἄγων εἰς μνήμην ὑμᾶς ἐκάλε· συνερωγὼς καὶ πᾶσι τὸ μέλλον εὐθὺς ἐμαντεύσθαι. τὸν δὲ καλὸν Μέγαν ἡγάπων μὲν καὶ πρῶην ὅσπερ εἴκως καὶ ὅσον εἶχον ἐδίδουν (ὁ γὰρ τῆς τέχνης οὕτω βούλεται νόμος), ἀλλὰ καὶ πατὴρ ὑπάρχει καὶ κηδεστής, ἰκανοὶ δι' ἀρετὴν ἐμποιῆσαι καὶ τῷ βραθυμοῦντι σπουδὴν. ἡμῶν δὲ νυνὶ προστεθέντων τῷ νέῳ εὐξομαι δικαίαν εὐχὴν. Ζεῦ ἄλλοι τε θεοί, δυναίμην τι μεῖζον ἢ πρότερον, καὶ δύνατο Μέγας ἡμῶν ὅπόσον ὁ κηδόμενος βούλεται.