Ancient Greek
633.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 633.4
Unproofread scanNot analysed yet
ιθ'. Φιλίππω ἀδελφῷ. Εἰ τοῖς γονεύσι τὸ προσήκον ἀποδιδόναι παλαιοὶ τε λόγοι καὶ ὁ τῆς φύσεως βούλεται νόμος, πόσον εἴκὼς πατρίδι χάριν ἐκτίνειν, ἐξ ἧς προῆλθες καὶ τοῖς γονεύσιν ἀρχή; ἐπὶ ταύτην σε νῦν ὁ καιρὸς καλεῖ, καὶ δοκεῖ τὴν ἐνεχοῦσαν ταύτην σοι δι' ἐμοῦ φωνὴν ἀφιέναι· οὕτω γὰρ καὶ τὸ δέον ἐσθ πεπληρωκὼς καὶ μνήμην ἡμῖν παραχούς τοῦ πράγματος, ὅσω καὶ περὶ τῶν μεγίστων ἡ χρεία. βαρὺ δὲ προσδοχὰ μηδέν, ἀλλὰ σοὶ μὲν βραχὸν διδόναι, μέγα δὲ τοῖς λαβοῦσι πχεῖν. βασιλεῖ τῷ μεγάλῳ τὰς ὑπὲρ τῆς πόλεως δεήσεις ἐπιδοῦναι βουλόμεθα διὰ τοῦ παρ' ἡμῖν ἀρχιερέως ἢ τοῦ βασιλέως ἀδελφοῦ, ἵνα τὸ τοῦ ἐπιδιδόντος ἀξίωμα λόγον τινὰ παράσχῃ τῷ διδομένῳ· ταῦτα γὰρ ποιῶν κοινὴν καταθήσει χάριν καὶ τοῖς αἰτήσασι καὶ τοῖς αἰτηθεῖσιν ἡμῖν.