Ancient Greek
640.4 to 640.6
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 640.4-6
Unproofread scanNot analysed yet
μ' Δωροθέῳ. Ἦν ἄρα τοῖς ποθοῦσιν ἄρ' οὐ καιροῦ μεταβολὴ καὶ ὥρας λαμπρότης καὶ χελιδόνες ἄδουσαι καὶ γῆ ποικιλλομένη τοῖς ἄνθεσιν, ἀλλὰ παιδικὸν φωνὴ χειμῶνα σιγῆς τῇ τῶν ἐρώτων ψυχῇ παρενοχλοῦντα πρὸς εὐδιον ἀκοὴν μεταβάλλουσα. τοιούτος τις πέφηνας χρείττω πάσης ἡδονῆς τὰ γράμματα χαρισάμενος, ὡς ὁ γε παριππεύσας χειμῶν ἐπῆλθε μὲν τῇ φύσει πολύς, σοῦ δὲ σιγῶντος ἔδοξε δυσχερέστερος. μα' Ὀρίωνι. Τοὺς ἀγαθοὺς τῶν φίλων ἀπόντας μᾶλλον ἐλέγχειν σὶδεν ἢ πείρα. κρίσις γὰρ εὐνοίας οὐ τὰ παρόντα τιμᾶν· τοῦτο γὰρ ἐσθ' ὅτε ποιήσειεν ἂν τις, καθάπερ ἐπὶ σκηνῆς ὁ τῶν ἀγαθῶν τὸ πρόσωπον περιεικμένος ἔ