Ancient Greek
642.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 642.2
Unproofread scanNot analysed yet
Εὐγε τῆς ἐν τοῖς γράμμασι χάριτος καὶ γλώττης ἀκωλύτως ρεούσης καὶ λέγειν δυναμένης ὅσα καὶ βούλεται. ὅπου γὰρ ἐμὲ τὸν μικρὸν ἐν λόγοις καὶ τὴν τέχνην μέχρι τοῦ σχήματος περιειμένον τοσοῦτον ἥρας ἄνω, ὡς ἀπορεῖν με λοιπὸν μὴ ποτε πρὸς ἄλλους γράφων εἴτα μου κατὰ λῆθην προσηγυρίαν ἐπέγραψας, τί οὐκ ἂν ῥαδίως εἴποις βουλόμενος; καὶ μοι δοκεῖς τοσοῦτον κεκινηχέναι τὴν γλῶτταν, δηλώσει θελῶν ὡς ἀπαίτησεις παρ’ ἐμοῦ τὸ παιδίον οὕτω λέγειν δυνάμενον. ὅθεν μοι καὶ τοσοῦτον ἀγῶνα πεποίηκας, ὥστε μικροῦ δεῖν καὶ τὴν τοῦ διδάξαι αὐτὸν ἀνευθύμην ὑπόσχεσιν, εἰ μὴ με λογισμὸς εἰσῆλθεν, ὡς τὴν τοῦ πατρὸς φύσιν λαχὼν ἐκ τῶν εἰκόνων ὁ νέος νικήσει τὴν ἐμὴν διδασκαλίαν, τὸ λοιπὸν ἐκ ταύτης οἴκοθεν παραχόμενος. ὥστε σοι καιρὸς μὴ παρ’ ἐμοῦ τὸ πᾶν ζητεῖν, ἵνα μὴ πρὸς τὰς εὐθύναις ἀπορῶν σιωπήσωμαι. τὴν δὲ πρὸς αὐτὸν εὐνοίαν τοσαύτην κατεπαγγέλλομαι, ὅσην ἂν αὐτὸς παρίσῃ, εἰ διδάσκων εὐτύχανες· προσεφέληται γὰρ με πρὸς τῷ-