Ancient Greek
651.1
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 651.1
Unproofread scanNot analysed yet
ἔζ'. Ῥηλιασίρ. Τὴν τῶν μέγα δυναμένων ἀρετὴν μεγίστην οἴμαι τοῖς ἀδικοῦμένοις παραμυθίαν. δυνάμεως γὰρ εἰς ταυτόν ἐλεύσεως καὶ γνώμης τιμώσεως τὰ δίκαια, τί κωλύει πρὸς πέρας ἱέναι τὰ δοκοῦντα τοῖς νόμοις; ἀλλὰ τί μοι βούλεται τὸ προσίμιον; 'Ισίδωρος δὲ σχολαστὸς καὶ ὁ παλαιὸς μὲν φίλος ἡνίκα ἐξῆν, νῦν δὲ μέγιστος τῆς μνήμης, ὅς μὲν ἤν τὸν βίον καὶ ὡς πανταχόθεν αὐτὸν παρεῖχε θαυμαζεῖν, καὶ ἑτέροις αὐτὸς διηγήσατο. νυνὶ δὲ ἀπελθὼν ἐξ ἀνθρώπων ἐρρωμένης συμμαχίας κατέλιπε τὴν οἰκίαν· ἢ μὲν γὰρ παλαιὰ μήτηρ νῦν ἀπαύει ἐπὶ γήραος οὐδὲν καὶ μήτηρ οὐκέτι, ἡ δὲ σύνοικος χρείας ὑποφέρει ζυγόν. τὰ δὲ παιδία τί δεῖ καὶ λέγειν; κόραι γὰρ αὐταὶ μικρὰν ἀγοῦσαι τὴν ἡλικίαν καὶ δραναίας τύχης περιμέναι. συνελοῦντι δὲ φάναι, πρόκεινται πᾶσι τοῖς ἀδικεῖν βουλομένοις, εἰ μὴ σὺ κωλύσεις, εἰς ὃν αἱ τούτων ὁρώσιν ἐλπίδας. ὁ δεῖνα γὰρ φύσει μὲν ἐστὶ πονηρός, ἐπ' ἀδείας δὲ γενομένος καὶ τὴν ἐρημίαν ἰδὼν πέφυκε πονηρότερος· προσοικῶν γὰρ τῷ τούτων οἰκίαν καὶ τὸν ἐκ τοῦ χειροναξίου φόρον λαβὼν, μίαν πεποιθήσει γνώμην χειριστον αὐταῖς ἀπορρήσαι τὴν οἰκίαν. θοῦν οὔτε τῶν οἰκοδομοῦντων ἐννόμως κωλυμένων ἠνέχετο, καὶ τὰ πρὸς ἀλλήλους διὰ γραμμάτων συγκεείμενα λήρον ἡγοῦμενος κυριώτερον αὐτὸν ἀποφαίνει τῶν νόμων καὶ τῶν αὐτῶς ὁμολογηθέντων. ἀλλὰ δικαστῶν καὶ μισούντων τὰ φαῦλα γνώμην λαβὼν γενού ταις χώραις πατὴρ καὶ τῇ μητρὶ παῖς καὶ τῇ γυναικὶ πάλιν ἴσα καὶ σύνοικος, ἡμῖν δὲ τοιούτος ὅσον ἡ προλαθεῦσα πείρα πολλάκις ἀπέδειξε· καὶ γνωτὸ σαφῶς ὡς οὐκ ἐστιν ἐρρωμένον εἶναι συμμεχίας, ἕως ἂν οἱ τε νόμοι σώζονται καὶ ἄνδρες τιμῶντες τὰ δίκαια.