Ancient Greek
653.1
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 653.1
Unproofread scanNot analysed yet
ΕΠΙΣΤΟΛΑΙ φίλοι, ἀλλ’ οἶδα πούσεν τὸ πρᾶγμα. οἱ νόμοι σε παρασκευάζειν ἠνάγκασαν σεμνὸν τὰς ὁφρύσιν ἀνελκειν, εἶτα φρόνημα νομοθέτου λαβὼν καὶ δόξας ἤδη τὰ Ῥωμαίων ἄγειν τῇ ψυχῇ, τοσοῦτον ἡμῶν κατεπτήθης. ἀλλ’ ἐπειδὴ σε μόλις ὑπεσῆλθε τῆς παλαιᾶς συνήθειας λόγος καὶ μνήμη (εἰὼ μέν καὶ πάλαι γέγονε τοῦτο), ὅμως δὲ τῆς σῆς γλυκότητος μετὰ τῶν χειλῶν σου ἤδη τι φθεγγομένης ἀκούσας διανίσταμαι τῇ ψυχῇ καὶ λαμπρότερόν μοι τὸν ἥλιον προσβάλλειν δοκῶ, καὶ νῦν ὅντως ἔαρ ἐμοί. ἀλλὰ γένοιτο λοιπὸν ἡμῖν εὐμενής, καὶ μηκέτ’ ἔλθης παλαιῶν ἐρώτων εἰς λήθην.