Ancient Greek
655.1
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 655.1
Unproofread scanNot analysed yet
εἰ χρηστὴς ἀπέλαυε τύχης, εἰ τὸ χωρίον αὐτὸν εὐμενὲς ὑπεδέχετο. τούτων οὖν αὐτὸς ἔφη οὐδέν, οὐδ’ ἡμεῖς ἔχομεν διηγήσασθαι, ἀλλὰ τοιμὸν μέρος αὐτῶν ἰγούσων γέγονας ἀφουνότερος. ἀλλ’ ἵνα μὴ τὰ τῆς φιλίας τῆς σῆς πρὸς λήθην ἐλθόντα κατὰ μικρὸν ὑπορρέῃ, ἀνανεοῦμαι πάλιν τὸ πρᾶγμα καὶ γίνομαι σοὺ φιλαθρωπότερος· καὶ σὺ πρὸς Φιλ. ὐ παῖζε πρὸς ἡμᾶς τὰ συνήθη καὶ τῆς σῆς χάριτος ἀξία. εἰ δὲ τι γέγονε τῶν ἀνιόντων, αὐραῖς τοῦτο δεδόσθω καὶ τῇ τύχῃ τῶν ἀνθρωπίνων πραγμάτων, ἥτις ἐντρυφῶσα τοῖς ἡμετέροις ἄνω καὶ κάτω μεταθεῖ καὶ βραχεῖα ῥοπῇ μεταβάλλεται, μηδὲν ἐθέλουσα βλέπειν ἑστηκὸς καὶ ἀκίνητον. καὶ δεινὸν μὲν οἶμαι τὸ πάθος, δεινότερον δὲ τοῖς ἰδοῦσι τὸ θέαμα κόρη μηδὲ τοῖς οἰκείοις ἅπασιν ἐγγυομένην ἐν πάντων ὕβρεσιν ἀντὶ παστάδος ἀγομένην πρὸς τάφον. καὶ κεναι. μὲν ἐντεῦθεν ἡ ῥητὴρος ἐλπίδες, συγγραφὴ δὲ γαμήλιος ἐπ’ αὐτῇ διεργήγνυτο. δεινὰ μὲν οἶμαι ταῦτα, καὶ οὐκ ἄφρελε γενέσθαι· πλὴν οὐκ ἐφ’ ἡμῶν πρώτων ἡ τύχη στρατεύεται, πολλὰς γὰρ ποὺ καὶ ἄλλας ἐκ μέσης ἤρπασε τῆς παστάδος, καὶ νυμφικὸν θάλαμον εἰς ὀρθνὸν μετέβαλεν. ὡ πόσοι ταῖς ἐλπίσι τρυφῶντες μῦθος διὰ ταύτην ἐγένοντο. ἀλλ’ ἤγε τῇ ψυχῇ νικᾷ, καὶ ἅμα τι θέλει καὶ γίνεται. νικάσθω φιλοσοφία καὶ γνῶμη, καὶ ἔστω τι πλέον τοῖς ἀνακειμένοις ταῖς Μούσαις τὸ φέρειν εἰδέναι τὰς τύχας. ὀχυμᾶζω γὰρ ἔγωγε καὶ τὸν εἰρηκότα σοφῶς «ἀλλ’ ἐπειδὴ μὴ γίνεται ἀ θέλομεν, θελήσωμεν τὰ γινόμενα. »οἴγεται τὴν γῆν ἀπολιποῦσα καὶ γάμου κακὰ καὶ παιδῶν ὀδύνας, εἴποτε καὶ ἐγένοντο· καὶ σοφῶν τοὺς τῆς παιδοτροφίας κινδύνους· καὶ τὸν ἐν εὐτυχίᾳ ρόθον μὴ ποτε γένοιτο τῶν παρόντων διαμαρτεῖν. τῶν δὲ συντράφων τῷ βίῳ κακῶν γενομένη πάντων ἐλεύθερος οἴγεται λευφόρον ὄντως ὁδὸν καὶ ἣν ὁδεῦσαι δεῖ πάντας, ἐπειδὴ καὶ γεγονάμεν.