Ancient Greek
659.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 659.2
Unproofread scanNot analysed yet
πδ'. Ζαχαρίᾳ καὶ Φιλίππῳ ἀδελφοῖς. Τὸν θαυμαστὸν Ἰουλιανὸν καὶ ἄλλους μὲν ἡγάπων (ἔκανὸς γὰρ ἐφέλκεσθαι τὸν εὐτυχούντα πρὸς πόθον), πολλὸ δὲ μᾶλλον ἠσθὴν ὅτι μοι καὶ πρὸς ὑμᾶς γραμμῶν γέγονε πρόφασις· τοῦτο γὰρ εἰ ποτε λαβοίμην, ὑπὲρ τὸν Κίνυραν εἶναι δοκῶ. αἰτεῖ δὲ δυσχερὲς οὐδέν, ἀλλὰ τῷ με πκρεῖναι κἄκεισε βουλήμενος δι' ὑμῶν ἐλπίζει τοῦτο γενέσθαι, ὅπερ πάντως κάγώ· ἐγὼ δὲ οὐδὲν ἂν δ τι μὴ παρῶν ἐγνώμην. τὸ δὲ κονιστόριον δ τι μέν ἐστιν ἄγνωον (Ῥωμαϊκὸν γὰρ χόμπρ προσβάλλει τὴν ἐμὴν ἀκοήν), δι' ὑμᾶς δὲ καὶ τοῦνομα φίλῳ, καὶ θεῖον ὄντως αὐτὸ βουλοίμην ὑπάρχειν, καὶ τιμῶ προσηγορίαν ἥς τὸ ἔργον ἠγνόησα. εἰ δὲ καὶ μεταδελήτῃ σοι πρὸς τὸ μειζόν ἡ τύχη, ἀλλὰ μεῖνον ὅσπερ ἤσθα πάλαι τοῖς ἔργοις, ἵνα μὴ σε ἀλαζόνα κονιστοριανὸν ὀνομάσω.