Ancient Greek
662.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 662.2
Unproofread scanNot analysed yet
48. Φιλίππῳ ἀδελφῷ. Ἰδοὺ σοι πάλιν ἐπιστολὴ παρ’ ἡμῶν, καὶ πάλιν εἰ οἶδ’ ὅτι σιγήσεις. καὶ εἰ μοι δοίης συγγνώμην ἄχθομένῳ λέγειν, μεταβέβληταί σοι πρὸς ἀλαζονείαν ὁ τρόπος, καὶ οὐκ ἐθέλεις μένειν ὅπως ἦσθα καὶ πρότερον. ἀλλ’ εἰ γε οὐ μὴ τὴν τοῦ Βοσπόρου διεπίτευσα θαλάτταν καὶ βασιλέως πόλιν ἀφίγμαι· ἴσως γὰρ ἂν κάγὼ βασιλέα τὸν μέγαν ὁρῶν καὶ τὴν τῶν ὑπάτων στολὴν καὶ ἀρχὴν δή τινα μεγίστην καλουμένην καὶ τὰ σκηνὰ δή ταῦτα παρ’ ὑμῖν, εἴτε πρᾶγματα βούλει λέγειν εἴτε δνύματα, ἐπὶρα τὴν ὄψιν καὶ νεανικὸν ἐφρόνουν πρὸς τὴν τῶν ὁρωμένων ἐπαιρόμενος τύχην, καὶ μοι τὰ πάλαι φίλα λήρος ἐδόκει. ὅπου γὰρ σὺ τοῦτοσ ἐάλως, οὐχ ἂν εἰποιμὶ ῥαδίως ὡς διέργουν ἂν τὸ μὴ οὕ ταῦτα παθεῖν, εἰ μὴ μά τις ἄρα λογισμὸς ὑπεσῆλθεν ὡς οὐ ταύτων, ὡ λώστε, γνώμη καὶ τύχη, ἀλλ’ ἡ μὲν ὡς ἂν αὐτὴ δοκῇ φέρεται καὶ μεταπίπτει πολλάκις καὶ γελᾷ τὰ ἡμέτερα, τῆς δὲ κύριον εἶναι προσῆκει τὸν σωφρονούντα, καὶ μήτε αἰρομένην συναναστῆναι μήτε πιπτούσην συμμεταβαλέσθαι.