Ancient Greek
664.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 664.4
Unproofread scanNot analysed yet
47 Ἀθηνόδωρῳ. Δεξάμενος τὸ βιβλίον ὑμῖν μὲν χάριν ὁμολόγουν εἰκότως, ἐμαυτῷ δὲ συνήδομην εἰ τοιούτους ὑμᾶς ὄντας πρὸς φιλίαν ἠτύχησα, καὶ μὴ με βαλέτω λῖθος τραχεῖ φθόνος, ὡς τῷ Πινδάρῳ δοκεῖ. ἠγόμην δὲ καὶ τῇ τύχῃ δύνασθαι μέ ποτε πρέπουσαν ὑμῖν ἀνταποδοῦναι τὴν χάριν. ἡ δὲ ταχέως διδῶσι τὸν καιρόν, οὐὐν σὺ τε ἐδοῦλου χάρις πάλαι ζητῶν νῦν μόλις ἐτύγχανον· τὸν γὰρ ἔχοντα τὴν καθόλου πέπεικα τοῦτό σοι τὸ μέρος ἀποδοῦναι, οὐ καὶ τυγχάνεις δεόμενος. εἰ μὲν οὖν ἔλθοις ὡς ἡμᾶς, θάττον ἂν λάβοις τὸ κτῆμα περὶ τῆς τιμῆς τὰ μὲν πείσας τὰ δὲ πεισθεὶς, ὡς ὁ τῆς ἐμπορίας βούλεται νόμος· εἰ δὲ μὴ, σὺν ἥξει πρὸς σὲ καιροῦ καλοῦντος, ὡς ἡμῖν ἐπηγγέλατο.