Ancient Greek
666.1
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 666.1
Unproofread scanNot analysed yet
εἰς παραμυθίαν αὐτῶν, ὁ δὲ πρὸ τῆς ἡβῶς ἀνήρασαι· γαμεῖ τις ἑτέρας, ὁ δὲ τὴν συνοικοῦσαν ὑδύρεται. ταῦτα τὸν βίον πληροῖ, καὶ τὴν Ὁμήρου βεβαιοῦν ἐπειγεται γνώμην, ὡς οὐδὲν ἀξιονότερον γαῖα τρέφει ἀνθρώπου· πανταχόθεν γὰρ ψήφίζεται τὸ δαιμόνιον μηδὲν μένειν οἷον χὰρ γέγονεν, ἀλλ’ εἰ τι κατὰ νοῦν ἐστὶν ἀνθρώποις, «μικρὸν »φησὶν ἡ ἀνάμιμον, καὶ πάντως οἴχῆσεται. »τὸ μὲν οὖν παθεῖν θεοῦ προνοίᾳ δεδόθω καὶ νεύματι πάντως καλῶς· γίγνεται τὰ ἡμέτερα, τὸ δὲ φέρειν ὅ τι ἂν ὁ θεὸς διδῷ γενναίως, νικᾶν ἐστὶν ἀρετὴ καὶ μὴ πάντα διδόναι τῇ τύχῃ· τοῦτο γὰρ τοῖς ἀγαθοῖς ἐγκαλλώπισμα, τὸ μὴ τὴν γνώμην συμμεταπίπτειν τοῖς πράγμασιν. οὐκοῦν ἄλις ἐστω δακρύων, «οὐ γὰρ μιν ἀνοστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα· τοῖς δὲ παισὶν αὐτὸς καὶ μήτηρ γενήση, καὶ θεὸς τὰς ἐπ’ αὐτοῖς ἐλπίδας εἰς ἔργον ἄξει τῷ νεύματι.