Ancient Greek
666.30
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 666.30
Unproofread scanNot analysed yet
ἐρι- ινά- τη, δες. πό- δέν, οὐν λα- ἰναεἰς, ργ’. Στεφάνῳ. τὸ νης σεν ων χα- μετήν Σὺ μὲν ἐτι σιγᾷς, καὶ ταῦτα τὴν Δάφνην οἰκῶν, τὸ λάλον ὕδωρ ἐκεῖνο καὶ μαντικόν, ἐγὼ δὲ πάλαι περισκοπῶ τὰς ὀλκάδας, μετέωρος ἀεὶ πρὸς τὸ μέλλον γινώμενος· αἱ δὲ που καταίρουσι καὶ δευτέρα καὶ τρίτη, καὶ τὰ καθ’ ἡμᾶς διελέγχουσιν ὡς μόνον ἦσαν ἐλπίδες. τὴν δὲ τῆς σιγῆς αἰτίαν σκοπῶ, καὶ πανταχόθεν ὑπόρημαι. εἰ μὲν γὰρ τι λελύπηκα καίτοι λυπήσας μηδέν, ταῦτα μὲν οἴξεσθω καὶ φέροιεν αὐραῖ, μεῖζω δ’ οὖν ὧμως τῶν ἐγκλημάτων ὑφίσταμαι δίχην, εἰ μὴ λαλούντος ἀκούσομαι· εἰ δὲ τὴν ἄλλως ἀκκίζει μὴ δύνασθαι λέγων εἰς κάλλος εἰπεῖν, δικασταὶ τούτων ἡμεῖς, καὶ τὴν αἰτίαν μεμαρήμεθα. ἀλλ’ ἤδη που τάχα τὸ πρᾶγμα μαντεύομαι, μηδὲ τὴς ὑμετέρας Δάφνης πιών. ἐρυθριῶν φήσεις ὡς παραβὰς τὴν ὑπόσχεσιν καὶ τὰς συνθήκας ὑπεριδὼν καὶ τὸ βιβλίον ἔχων τρίτον ἢ τέταρτον ἔτος τοῦτ’, ὁ μηδὲ τρίτον μῆνα καθίζειν ἐπαγγελιάμενος. ταῦτα τοι· οὖν εἰ μὲν ἀχούμενος ἔρεις, δείξεις μὴ πλεῖω χρόνον κρατήσας, καὶ τὴν σιωπὴν ἀποδεξάμενος τὸ σύμβολον τῆς αἰδοῦς τῇ ἀνάγεταί.