Ancient Greek
669.6
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 669.6
Unproofread scanNot analysed yet
ρια’. Ἱερωνύμῳ. Σὲ μὲν, ὦ βέλτιστε, τὸν ἐξ ἡμῶν ἀπάραντα κατάρχειν ἐδει γραμμάτων καὶ διδάσκειν εἰδέναι πο- θούντας εἰ σοι γέγονεν εὐμενὴς ὁ Ποσειδῶν καὶ τῇ νηί τὴν θάλατταν ὑπεστρέψεν, εἰ τὰ κατὰ τὴν Ἀλεξάνδρου γέγονεν εὐμενῆ, εἰ τὸν πολὺν Νεῖλον ἀνέπλευσας εὐτυχῶς, εἰ τὰ τῆς διατριβῆς εὐθαλῆ, καὶ σοι λοιπὸν ἐν μυρίοις τὸ νόμισμα, καὶ τὸν οἶκον ἔχεις Αἰγυπτίοις πλήθοντα δώροις. ταῦτα γράφειν ἔχρῃν καὶ τὰς ὑποσχέσεις πληροῦν, ἐν οἷς πολλοὶ μὲν ἐπιστολῶν, λήθη δὲ τῶν φίλων οὐκ ἦν. σὺ δὲ καὶ ἐπιστέλλοντα παρορῆς, οὐκ ἔθελον ἀμείβεσθαι γράμμασι. τοιγαροῦν ἤδη καὶ δευτέραν ἐπέστειλα, κἂν ἐτι σιγῇς, τάχα καὶ τρίτην προσθήσομεν, ἕως σέ τις ἐπεισέλθῃ τῶν δρωμένων αἰδοὺς, καὶ τὴν σὴν φωνὴν εὐτυχῆσωμεν.