Ancient Greek
673.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 673.2
Unproofread scanNot analysed yet
ρα'. Ὠριωνι. Αεἰ σε φέρων τῇ μνήμῃ μικροῦ μοι καὶ παρεῖναι δοκῶ καὶ τὰ πάντα παρεῖναι σφίζομαι. καὶ μοι μεμνημένῳ πάντα πρὸς ἡδονὴν συνεισέρχεται, τὸ τῶν τρόπων εὐσταθὲς, ἡ περὶ τοὺς λόγους σπουδή, τῆς διανοίας τὸ μέτριον καὶ, τὸ δὴ μέγιστον, σωφροσύνη νεότητος ἀλόγους δρυμὰς ἀνακόπτουσα. καὶ πρὸς ἐμαυτὸν ἐσθ' ὅτε λογίζομαι ὡς ὁ πάντων ἡμῶν δρώντων τοιούτος φανεὶς τίς ἂν γένοιτο καθ' ἑαυτὸν γεγονώς· νικῆσει γάρ, οἶμαι, τὰ φθασάντα πρὸς ἑαυτὸν ἀμιλλόμενος, ὅπως ἂν δεῖξῃ τοῖς ἀποῦσιν ἡμῖν ὡς ἄρα δι' αὑτὴν ἐτίμα τὴν ἀρετὴν, οὐχ ἡμᾶς τοὺς ὁρῶντας αἰδοῦμενος. εἰ δὲ καὶ πάλιν ἔχει τρυφῶσαν, καὶ πολλὰ τῆς ἀσέλγειας τὰ παραδείγματα, τοῦτο φιλοτιμότερον αὐτὸν ἀντιτάξει ταῖς ἡδοναῖς· τίς γὰρ ἀθλητὴς ἐπὶ τῷ νικᾶν σεμνούμενος εἰς Ὀλυμπίαν ἐλθὼν τοῦ ἀγῶνος τὸ μέγεθος καιρόν βρατῶνως ἠγήσεται, ἀλλ' οὐχ ἐπιτενεῖ μὲν αὐτίκα τὴν ἀσκήσιν, βεβαιώσει δὲ τὰς προλαβούσας τῇ μείζονι; καὶ οὐ δὴ μῦσας τὰς αἰσθήσεις, ἀλλ' ἡνὲς πρὸς πᾶσαν ἀκοὴν καὶ θέαν γενόμενος, δεῖξεις ὡς οὐχ ἡ τῶν κακῶν εὐπορία τὴν σωφροσύνην ὀλδε νικᾷν, ἀλλ' ἔνθα τῶν σεμνοτέρων ὁ πόθος, κἂν τὰς Σειρήνας εἴπης, κἂν τὴν πάντα μεταβάλλουσαν Κίρκην, νικῆσει πάλιν Ὀδυσσεύς, νῦν μὲν τὸ μᾶλλον δεῖκνὺς λόγον, οἶμαι, τοῦτον ὃν οὕτως ἐδωράσατο, νυνὶ δὲ περιζήσας ἑαυτὸν ἀρετῇ, καὶ πολλὰ βούσας οἶμαι παραπλεῶν τὰς ἡδονάς.