Ancient Greek
674.1
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 674.1
Unproofread scanNot analysed yet
πἔχου προθύμως, ὅμμα διδοὺς εὐμενὲς καὶ διὰ σαυτὸν καὶ δι’ ἐμὲ καὶ διὰ τὸν ἐν χρείᾳ καθεστηκῶτα· καὶ γὰρ θαρρῶν ἔλεγεν ὡς ἐὰν δέξῃ γράμματα παρ’ ἐμοῦ, οὐδὲν δ τι μὴ ῥαδίως ποιήσεις. ἐμοῦ δὲ μειδιῶντος καὶ ὁπόθεν οὐδὲν ἀνερωμένου, καὶ κατεγγυᾶσθαι τὸ μέλλον ἕτοιμος ἦν. οὐκοῦν πλήρωσον αὐτῷ τὰς ἐλπίδας, ἵνα μὴ χρείας αὐθὶς καλούσης κατεγγυᾶται τὸ μέλλον ὡς οὐδὲν ἀνύσαιμι παρ’ ὑμῖν.