Ancient Greek
676.1
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 676.1
Unproofread scanNot analysed yet
τέχνην σε χολάκων ἐπανηρηθῆσαι τῇ γαστρὶ χαριζόμενον. οὐκ ἂν δυναιμην εἰς ἀπαξ εἰπεῖν ὅσα δὴ πολλάκις ταῖς ἐμαῖς ἀκοαῖς ἐπανηλεῖ. τὸ δὲ αἴτιον, «γυμνὸς »φησὶ «τὸ τοῦτον μέρος ἐγώ. ἐν μόνον μοι ἱμάτιον ὠπελείπετο πρὸς ταφήν, καὶ διὰ τοῦτον ἀνάλωται. λῖνον γάρ »φησὶ «εἰργασμένον λαβών, ὡς δὴ ταῖς χερσὶ τῶν αὐτοῦ θεραπαινίδων ἀποδείξων ἱμάτιον, Ἴρου με παρέχει γυμνότερον, χρόνος πολὺς »φησὶ, «καὶ παρατέταμαι ταῖς ἐλπίσιν. »εἰ τοίνυν σοι μέλει τὴν ἐκεῖνον γλῶτταν πραοτέραν ἐργάσασθαι καὶ τὰς ἑμὰς ἐλευθεροῦν ἀκοάς, ὡς τάχος πέμπε θοιμάτιον· εἰ δὲ μή, —ἀλλ’ οὐ φέρω λέγειν ὅσα καὶ λέξειεν ὅς καὶ μηδὲν ἔχων ἐγκαλεῖν φλυαρίαν τὸν βίον πεποιήται· εἰ δὲ καὶ προσλάβοι τι δίκαιον, εἴποις ἂν αὐτῷ τῇ γλώττῃ τὸν θυμὸν ἐνοικεῖν.