Ancient Greek
677.3
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 677.3
Unproofread scanNot analysed yet
Τὸν εὐλαβέστατον Τιμόθεον τὸ μὲν σχῆμα πρὸς ἡσυχίαν καλεῖ, τὰ δὲ τῆς τύχης λυπηρὰ τὴν ἀνάγκην ἐπάγοντα καὶ τὴν πρὸς ὑμᾶς ὁδὸν κλεῦει, τοῦτω γὰρ ἐστι πατὴρ ἐκ μεταβολῆς ἀπορῶν, ἀδελφοὶ δὲ πλῆθος καὶ χρόνῳ λυπούντες· πολλοὶ γὰρ ὄντες καὶ τὴν ἡλικίαν βραχεῖς εἰς τὰς τοῦ πατρὸς χεῖρας ὁρῶσιν. ἐντεύθεν χρήσται μέν πολλοί, ἀλλὰ πλὴν ἑνὸς πάντες φιλάνθρωποι· οὕτως δὲ τῇ τύχῃ συνεπιτιθεταί, ἥν γὰρ μόλις αὐτοῖς οἰκίαν ἢ δαίμων κατέλιπε τοσούτοις χρήσταις ὑποκειμένην, ταύτῃ μόνος λαδεὶν ἀξιοῖ νικήσαν τοῦτο τοῦ χρέος, ὅσον ἢ τὸν ὀνοῦμενον ἄγειν καὶ τοῦ παντὸς τιμῆματος τὸ προσῆκον λαδεῖν, ἢ δεῖξασθαι ταύτης μέρος ὃ τοῦ χρέους ἀναπληρώσει τὸ μέτρον. ὅ δὲ τὴν τῶν ὀνουμένων πρὸς τὸ παρὸν ἀπορίαν ἐρμαίων ἡγεῖται καὶ τῆς τύχης ἐστὶ πικρότερος. ἀλλὰ δίδου τῷ δεομένῳ πρὸς συμμαχίαν τὴν γλῶτταν, τὸν δικαστὴν αὐτῷ παρασκευάζων φιλάνθρωπον· ὅ δὲ λυπῶν αὐτὸν πειράσθω δικαίας ἀνάγκης καὶ τῆς αὐτοῦ γνώμης ἡμερωτέρας, ἢ περιμένειν τὸν ὀνησόμενον ἢ τῆς οἰκίας μέρος ὅσον ἀπαιτεῖ