Ancient Greek
680.5
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 680.5
Unproofread scanNot analysed yet
ρλε. Φιλίππῳ ἀδελφῷ. Μόλις ἡμᾶς ἀμηχανούντας μετέβαλες, γράψας ὡς ἄδειν ἐθέλεις ὑμέναιον καὶ παίδων γενέσθαι πατήρ· πολλὴ γὰρ ἐπιδραμοῦσα φήμη ἄλλους ἀλλαχόθεν ἐπήγετο λόγους, καὶ πάντων διηγουμενῶν σιωπῶντες ἡμεῖς ἠκροώμεθα, τῶν ὑμετέρων ἀγνοοῦντες τὰ γενομένα καὶ τοῖς πυνθανομένοις παίζειν δοκοῦντες, ὡς ἀγνοεῖν ἐπίτηδες προσποιούμενοι. νυνὶ δὲ τοῖς γραφεῖσιν ἡσθεῖς, ἥδεως ἂν εὐθὺς Περσεῦ, ἐγενόμην ὑπόπτερος, καὶ τοῦ πελάγους ὑπερπτάς καὶ πρὸς ἡμᾶς ἀφικοῦμενος πτιστάδα κατεῖδον ἱερὰν καὶ τὸ πᾶντων ἡδίστον θέαμα, νυμφίον ἐκ φιλοσοφίας ἐρωτικὸν κἂν ἐλικὸν τις αὐτὸν