Ancient Greek
684.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 684.2
Unproofread scanNot analysed yet
ρηγ'. Ζαχαρία καὶ Φιλίππῳ ἀδελφοῖς. Ὁ θαυμαστὸς Τιμόθεος ὁ ταύτην φέρων τὴν ἐπιστολὴν τοῦ μὲν ἀλλήλοις γράφειν ἐπὶ τοῦ παρόντος ἐστιν ἀρχή, πατρὸς δὲ τυγχάνων ἐπικειοῦς καὶ λίαν ἀπράγμονος ἐν ἑαυτῷ περιφέρει τὸν φύσαντα, τὴν τῶν τρόπων εὐσέβειαν ἐπὶ τοῖ προσώπου δεικνύς· ἐρυθριᾷ γοῦν ἐτοίμως, κἂν τις αὐτὸν ἐπαίνῃ, . . . . . . ἀποδιδέπει μόνον ὀλῆν. οὕτως ὅτου δὴ χάριν τὴν βασιλῖδα πόλιν κατείληφε, καὶ δείται τῆς ὑμετέρας βότης ἐν οἷς ἂν δύνῃσθε συμμαχίαν ἀλυπον χορηγούσης. τοῦτο δὲ ποιούντες ἀνδράσιν ἔσεσθε κεχαρισμένοι χρηστοῖς, οὐ μειζόν οὐδὲν τοῖς τιμῶν ἐγνωκόσι τὴν ἀρετήν.