Ancient Greek
690.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 690.2
Unproofread scanNot analysed yet
εξ'. Κλησονίῳ. εξα'. Ζαχαρία ἀδελφῷ. Τὰ κατὰ τὸν ἄριστον τόνδε βουλόμενος ὑμῖν διηγήσασθαι δέδοικα μὴ μάτην ἐνοχλεῖν ὀδῶ, παρ' εἴδοσι τοὺς λόγους ποιούμενος. ἵστε γὰρ οἷος μὲν αὐτὸς κατέστηκεν, ὡς τὸν ὅλον βίον ἀναθεὶς τῷ θεῷ, πᾶσιν ἀπεχθάνεται τοῖς ἀνθρώποις, ἕχεται δὲ τῆς ἀνύσθεν ἐλπίδος, καὶ διὰ τοῦτο πρόκειται τοῖς ἀδικεῖν βουλομένοις, καὶ πρὸς τὸ παθεῖν ἐστιν ἐπιτήδειος. ἵστε δὲ καὶ τόνδε (ἀδελφὸν γὰρ τοῦτον προσαγορεύειν αἰσχύνομαι) ὡς μίαν ἀρετὴν ἠγείται τὸ πᾶσαν ἐκπληρώσαι κακίαν, παριδὼν ἀδελφὸν τοσοῦτον χρόνον οὕτως τῷ λιμῷ πιεζόμενον, οὐκ οἴκοθεν χορηγήσειν μελλόν δ παρ' ἀνδρὸς εὐ φρονούντος ἔδει γενέσθαι, εἰ καὶ πρὸς τοῦτο καιρὸς ἐκάλει. νῦν δὲ οὐ τοῦτ' ἐστὶν ἐγκλημα, διότι τὸ πρέπον τοῖς ἄγαν σωφρονούσι παρέλιπεν, ἀλλ' ὅτι καὶ τῶν μὴ προσχόντων γενόμενος ἐραστὴς ἀφήρηται ταῦτα, καὶ λοιδορεῖται τούτῳ πυκνῶς, πληγὰς τε πολλάκις ἐπέτεινε. καὶ νόμον τὴν αὐτοῦ γνώμην ἡγούμενος, ἴσως τὴν φύσιν ἐμέμφατο, ὅτι πλέον οὐδὲν εἰς πονηρίαν ἐξεῦρεν. ὅθεν οὐ μέγρι τούτων ἔστησε τὴν κακίαν, μᾶλλον δὲ προοίμια ταῦτα τῶν μελλόντων κακῶν. τὴν γὰρ ἑαυτοῦ μητέρα γραῦν ἤδη τυγχάνουσαν, ὅτε τῆς παιδοτροφίας ἤλπισε χωρισθῆναι τοὺς καρποὺς γυνὴ καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὸ γένος καὶ παρὰ τοῖς μηδὲν προσήκουσιν αἰδοὺς ἀπολαύουσα, ταύτην πολλάκις μὲν εἶπε κακῶς, πολλάκις δὲ καὶ χειρας ἀνέτεινε κατὰ τῆς τεχνούσης, ὦ Ζεῦ, οὗ φύσιν οὐ χρόνον οὐ πολιὰν ἐλεεινὴν οὐ τὸ τῆς μητρὸς αἰδεσθεὶς φιλάνθρωπον ὄνομα, ἀλλ' ἤδη καὶ βιαίως ἀνατρέψας εἰς γῆν εἴχας καὶ παῖδα καλούσης καὶ τὶ γὰρ οὐχ ἂν εἴποι μήτηρ, μετ' ὠδίνας καὶ τροφὰς καὶ τὰς κλὰς ἐκείνας