Ancient Greek · ~7 min
1.14 to 1.20
Procopius, Ἀπόκρυφη Ἱστορία 1.14-20
Not analysed yet
ἐπεὶ δὲ αὐτὴν ἐν τοῖς ἀναγκαιοτάτοις ὑπουργήσασα χειροήθη πεποίηται, πρῶτα μὲν Σιλβέριον διαχρησαμένη τρόπῳ ᾧπερ ἐν τοῖς ὄπισθεν λόγοις εἰρήσεται, ὕστερον δὲ Ἰωάννην κατεργασαμένη τὸν Καππαδόκην, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐνταῦθα δὴ ἀδεέστερόν τε καὶ οὐκέτι ἀποκρυπτομένη ἅπαντα ἐξαμαρτάνειν οὐδαμῆ ἀπηξίου. Ἦν δέ τις νεανίας ἐκ Θρᾴκης ἐν τῇ Βελισαρίου οἰκίᾳ, Θεοδόσιος τοὔνομα, δόξης γεγονὼς ἐκ πατέρων Εὐνομιανῶν καλουμένων. τοῦτον, ἡνίκα ἐς Λιβύην ἀποπλεῖν ἔμελλεν, ἔλουσε μὲν ὁ Βελισάριος τὸ θεῖον λουτρὸν καὶ χερσὶν ἀνελόμενος ἐνθένδε οἰκείαις εἰσποιητὸν ἐποιήσατο ξὺν τῇ γυναικὶ παῖδα, ᾗπερ εἰσποιεῖσθαι Χριστιανοῖς νόμος, καὶ ἀπ’ αὐτοῦ ἡ Ἀντωνίνα τὸν Θεοδόσιον ἅτε παῖδα ὄντα ἱερῷ λόγῳ ἠγάπα τε ὡς τὸ εἰκὸς κἀν τοῖς μάλιστα ἐπιμελομένη ἀμφ’ αὑτὴν εἶχεν. εὐθύς τε ἐρασθεῖσα αὐτοῦ ἐκτόπως ἐν τῷ διάπλῳ τούτῳ καὶ κατακορὴς γεγονυῖα τῷ πάθει ἀπεσείσατο μὲν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων δέος τε καὶ αἰδῶ ξύμπασαν, ἐμίγνυτο δὲ αὐτῷ τὰ μὲν πρῶτα ἐν παραβύστῳ, τελευτῶσα δὲ καὶ οἰκετῶν καὶ θεραπαινίδων παρόντων. κάτοχος γὰρ ἤδη τῷ πόθῳ τούτῳ γεγενημένη καὶ διαφανῶς ἐρωτόληπτος οὖσα οὐδὲν ἔτι τοῦ ἔργου κώλυμα ἔβλεπε. καί ποτε ὁ Βελισάριος ἐπ’ αὐτοφώρῳ τὴν πρᾶξιν λαβὼν ἐν Καρχηδόνι ἐξηπάτητο πρὸς τῆς γυναικὸς ἑκών γε εἶναι. ὁ μὲν γὰρ ἄμφω ἐν δωματίῳ καταγείῳ εὑρὼν ἐμεμήνει, ἡ δὲ οὔτε ἀποδειλιάσασα οὔτε καταδυσαμένη τῷ ἔργῳ τούτῳ, “Ἐνταῦθα” ,ἔφη, “τῶν λαφύρων τὰ τιμιώτατα σὺν τῷ νεανίᾳ κρύψουσα ἦλθον, ὡς μὴ ἐς βασιλέα ἔκπυστα γένηται” . ἡ μὲν οὖν ταῦτα σκηπτομένη εἶπεν, ὁ δὲ ἀναπεισθῆναι δόξας ἀφῆκε, καίπερ τῷ Θεοδοσίῳ ἐκλελυμένον τὸν ἱμάντα ὁρῶν τὸν ἀμφὶ τὰ αἰδοῖα τὰς ἀναξυρίδας ξυνδέοντα, ἔρωτι γὰρ τῆς ἀνθρώπου ἀναγκασθεὶς ἐβούλετό οἱ τὴν τῶν οἰκείων ὀφθαλμῶν θέαν ὡς ἥκιστα ἀληθίζεσθαι.