Ancient Greek · ~7 min
1.21 to 1.30
Procopius, Ἀπόκρυφη Ἱστορία 1.21-30
Not analysed yet
τῆς δὲ μαχλοσύνης ἀεὶ προϊούσης ἐς κακὸν ἄφατον οἱ μὲν ἄλλοι θεώμενοι τὰ πραττόμενα ἐν σιωπῇ εἶχον, δούλη δέ τις Μακεδονία ὄνομα ἐν Συρακούσαις, ἡνίκα Σικελίας ἐκράτησε Βελισάριος, ὅρκοις δεινοτάτοις τὸν δεσπότην καταλαβοῦσα, μή ποτε αὐτὴν τῇ κεκτημένῃ καταπροήσεσθαι, τὸν πάντα αὐτῷ λόγον ἐξήνεγκε, δύο παιδάρια πρὸς μαρτυρίαν παρασχομένη, οἷς δὴ τὰ ἀμφὶ τὸν κοιτῶνα ὑπηρετεῖν ἐπιμελὲς ἦν. ταῦτα μαθὼν Βελισάριος τῶν οἱ ἑπομένων τινὰς τὸν Θεοδόσιον ἐκέλευσε διαχειρίσασθαι. ὁ δὲ προμαθὼν εἰς Ἔφεσον φεύγει. τῶν γὰρ ἑπομένων οἱ πλεῖστοι τῷ ἀβεβαίῳ τῆς τοῦ ἀνθρώπου γνώμης ἠγμένοι ἀρέσκειν τὴν γυναῖκα μᾶλλον ἐν σπουδῇ εἶχον ἢ τῷ ἀνδρὶ δοκεῖν εὐνοϊκῶς ἔχειν, οἵ γε καὶ τὰ σφίσιν ἐπικείμενα τότε ἀμφ’ αὐτῷ προὔδοσαν. Κωνσταντῖνος δὲ Βελισάριον ὁρῶν περιώδυνον γεγονότα τοῖς ξυμπεσοῦσι, τά τε ἄλλα ξυνήλγει καὶ τοῦτο ἐπεῖπεν ὡς “Ἔγωγε θᾶσσον ἂν τὴν γυναῖκα ἢ τὸν νεανίαν κατειργασάμην” . ὅπερ Ἀντωνίνα μαθοῦσα, κεκρυμμένως αὐτῷ ἐχαλέπαινεν, ὅπως ἔγκοτα ἐνδείξηται τὸ εἰς αὐτὸν ἔχθος. ἦν γὰρ σκορπιώδης τε καὶ ὀργὴν σκοτεινή. οὐ πολλῷ δὲ ὕστερον ἢ μαγγανεύσασα ἢ θωπεύσασα πείθει τὸν ἄνδρα ὡς οὐχ ὑγιὲς τὸ κατηγόρημα τὸ ταύτης γένοιτο· καὶ ὃς Θεοδόσιον μὲν μελλήσει οὐδεμιᾷ μετεπέμψατο, Μακεδονίαν δὲ καὶ τὰ παιδία τῇ γυναικὶ ἐκδοῦναι ὑπέστη. οὓς δὴ ἅπαντας πρῶτα τὰς γλώττας, ὥσπερ λέγουσιν, ἀποτεμοῦσα, εἶτα κατὰ βραχὺ κρεουργήσασα καὶ θυλακίοις ἐμβεβλημένη ἐς τὴν θάλατταν ὀκνήσει οὐδεμιᾷ ἔρριψε, τῶν τινος οἰκετῶν Εὐγενίου ὄνομα ὑπουργήσαντός οἱ ἐς ἅπαν τὸ ἄγος, ᾧ δὴ καὶ τὸ ἐς Σιλβέριον εἴργασται μίασμα. καὶ Κωνσταντῖνον δὲ οὐ πολλῷ ὕστερον Βελισάριος τῇ γυναικὶ ἀναπεισθεὶς κτείνει. τὰ γὰρ ἀμφὶ τῷ Πραισιδίῳ καὶ τοῖς ξιφιδίοις τηνικάδε ξυνηνέχθη γενέσθαι ἅπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται. μέλλοντος γὰρ τοῦ ἀνθρώπου ἀφίεσθαι, οὐ πρότερον ἀνῆκεν ἡ Ἀντωνίνα, ἕως αὐτὸν τοῦ λόγου ἐτίσατο, οὗπερ ἐγὼ ἀρτίως ἐμνήσθην. καὶ ἀπ’ αὐτοῦ ἔχθος μέγα περιεβάλλετο ὁ Βελισάριος ἔκ τε βασιλέως καὶ τῶν ἐν Ῥωμαίοις λογίμων ἁπάντων.