Ancient Greek · ~2 min
1.40 to 1.42
Procopius, Ἀπόκρυφη Ἱστορία 1.40-42
Not analysed yet
ὕστερον δὲ καὶ εἰς βασιλέα ἐλθὼν, αὐτόν τε καὶ τὴν βασιλίδα ἱκετεύων, ἀνέπεισε Θεοδόσιον μεταπέμψασθαι ἅτε ἀναγκαῖον αὐτῷ κατὰ τὴν οἰκίαν ὄντα τε καὶ ἐσόμενον. ἀλλὰ Θεοδόσιος ἀπεῖπε μηδαμῆ ἐνθένδε ἰέναι, ὡς ἀσφαλέστατα ἐμπεδώσειν ἰσχυρισάμενος τὸ τῶν μοναχῶν ἐπιτήδευμα. ἦν δὲ ἄρα ὁ λόγος κατάπλαστος, ὅπως ἐπειδὰν τάχιστα Βελισάριος ἐκ Βυζαντίου ἀποδημοίη, αὐτὸς παρὰ τὴν Ἀντωνίναν ἀφίκηται λάθρα. ὅπερ οὖν καὶ ἐγένετο.