Ancient Greek · ~3 min
2.1 to 2.5
Procopius, Ἀπόκρυφη Ἱστορία 2.1-5
Not analysed yet
Αὐτίκα γὰρ Βελισάριος μὲν ὡς Χοσρόῃ πολεμήσων ξὺν τῷ Φωτίῳ ἐστέλλετο, Ἀντωνίνα δὲ αὐτοῦ ἔμεινεν, οὐκ εἰωθὸς αὐτῇ πρότερον τοῦτό γε. τοῦ γὰρ μὴ κατὰ μόνας τὸν ἄνθρωπον καθιστάμενον ἐν αὑτῷ τε γενέσθαι καὶ τῶν ἐκείνης μαγγανευμάτων ὀλιγωροῦντα φρονῆσαί τι ἀμφ’ αὐτῇ τῶν δεόντων, πανταχόσε τῆς γῆς ξὺν αὐτῷ στέλλεσθαι ἐπιμελές οἱ ἐγίνετο. ὅπως δὲ καὶ αὖθις Θεοδοσίῳ παρὰ Ἀντωνίναν ἐσιτητὰ εἴη, Φώτιον ἐκποδών οἱ γενέσθαι ἐν σπουδῇ ἐποιεῖτο. πείθει τοίνυν τῶν Βελισαρίῳ ἑπομένων τινὰς ἐρεσχελεῖν τε αὐτὸν ἐς ἀεὶ καὶ προπηλακίζειν, οὐδένα ἀνιέντας καιρόν· αὐτή τε γράφουσα ἐς ἡμέραν σχεδόν τι ἑκάστην διέβαλλέ τε διηνεκὲς καὶ ἐπὶ τῷ παιδὶ πάντα ἐκίνει. οἷς δὴ ὁ νεανίας ἀναγκασθεὶς διαβόλως ἔγνω τῇ μητρὶ χρῆσθαι, ἥκοντά τέ τινα ἐκ Βυζαντίου, ὃς δὴ ἀπήγγελλε Θεοδόσιον λάθρα ξὺν Ἀντωνίνῃ διατριβὴν ἔχειν, παρὰ Βελισάριον εὐθὺς εἰσάγει, φράζειν ἐπιστείλας τὸν πάντα λόγον.