Ancient Greek · ~4 min
13.17 to 13.23
Procopius, Ἀπόκρυφη Ἱστορία 13.17-23
Not analysed yet
οὓς δὲ μάλισνα γνωρίμους καὶ ἐπιτηδείους ἔδοξεν ἔχειν, τούτους τῇ ὁμόζυγι ἢ ἄλλῳ ὁτῳοῦν χαριζόμενος ἀπολουμένους οὐκ ἐς μακρὰν προὔδωκε, καίπερ εὖ εἰδὼς ὅτι δὴ τῆς ἐς αὐτὸν εὐνοίας ἕνεκα τεθνήξονται μόνης. ἄπιστος γὰρ ἐν πᾶσι πλήν γε δὴ τῆς τε ἀπανθρωπίας καὶ φιλοχρηματίας διαφανῶς ἦν. ταύτης γὰρ αὐτὸν ἀποστῆσαι δυνατὸν οὐδενὶ γέγονεν. ἀλλὰ καὶ ἐς ἃ πείθειν αὐτὸν ἡ γαμετὴ οὐκ εἶχε, χρημάτων αὐτῷ μεγάλων ἐλπίδας ἐκ τοῦ ἔργου ἐσομένων ἐμβαλομένη ἐς τὴν πρᾶξιν ἥνπερ ἐβούλετο οὔτι ἐθελούσιον τὸν ἄνδρα ἐφεῖλκε. κέρδους γὰρ οὐκ εὐπρεποῦς ἕνεκα καὶ νόμους τιθέναι καὶ αὖ πάλιν αὐτοὺς καθελεῖν οὐδαμῆ ἀπηξίου. Ἐδίκαζέ τε οὐ κατὰ τοὺς νόμους, οὓς αὐτὸς ἔγραψεν, ἀλλ’ ἔνθα ἂν αὐτὸν μείζων τε ὀφθεῖσα καὶ μεγαλοπρεπεστέρα ἡ τῶν χρημάτων ὑπόσχεσις ἄγοι. καὶ κατὰ μικρὸν γὰρ κλέπτοντι ἀφαιρεῖσθαι τὰς τῶν ὑπηκόων οὐσίας αἰσχύνην αὐτῷ φέρειν τινὰ οὐδαμῆ ᾤετο, ἡνίκα δὴ οὐχ ἁπαξάπαντα ἀφελέσθαι λόγῳ τινὶ εἶχεν ἢ ἔγκλημα ἐπενεγκὼν ἀπροσδόκητον, ἢ διαθήκης οὐ γεγενημένης προσχήματι. ἔμεινέ τε αὐτοῦ Ῥωμαίων ἄρχοντος, οὐ πίστις ἢ δόξα πρὸς θεὸν ἀσφαλὴς, οὐ νόμος ὀχυρὸς, οὐ πρᾶξις βεβαία, οὐ συμβόλαιον οὐδέν.