Ancient Greek · ~2 min
Chapter 13
Procopius, Ἀπόκρυφη Ἱστορία 13.24
Not analysed yet
στελλομένων δὲ πρὸς αὐτοῦ τῶν οἱ ἐπιτηδείων ἐπί τινα πρᾶξιν, εἰ μὲν δὴ αὐτοῖς ἀπολωλεκέναι ξυνέβη τῶν σφίσι παραπεπτωκότων πολλοὺς καὶ χρημάτων τι ληΐσασθαι πλῆθος, οὗτοι δὴ εὐθὺς εὐδόκιμοι τῷ αὐτοκράτορι ἐδόκουν τε εἶναι καὶ ὀνομάζεσθαι ἅτε δὴ ἅπαντα ἐς τὸ ἀκριβὲς τὰ ἐπηγγελμένα ἐπιτελέσαντες· εἰ δὲ φειδοῖ τινι ἐς ἀνθρώπους χρησάμενοι παρ’ αὐτὸν ἵκοντο, δύσνους τε αὐτοῖς τὸ λοιπὸν καὶ πολέμιος ἦν.