Ancient Greek · ~2 min
Chapter 14
Procopius, Ἀπόκρυφη Ἱστορία 14.10
Not analysed yet
ἢν δὲ καί τις ἕτερος τοῦτον δὴ τὸν νόμον τὸν ἀπολωλότα ἐπιζητοίη, αὖθις αὐτὸν μετακαλεῖν τε καὶ ἀντικαθιστάναι αὐτοκράτωρ οὐδαμῆ ἀπηξίου, οὐδέν τε ἐν τῷ τῆς δυνάμεως βεβαίῳ εἱστήκει, ἀλλ’ ἐπλανᾶτο περιφερομένη πανταχόσε ἡ τῆς δίκης ῥοπὴ ὅπη ἂν αὐτὴν βαρήσας ὁ πλείων χρυσὸς ἀνθέλκειν ἰσχύοι ἔκειτό τε ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς καὶ ταῦτα ἐκ Παλατίου καὶ προὐτίθετο οὐ δικαστικῆς μόνον, ἀλλὰ καὶ νομοθετικῆς πωλητήρια.