Ancient Greek · ~7 min
14.11 to 14.19
Procopius, Ἀπόκρυφη Ἱστορία 14.11-19
Not analysed yet
Τοῖς δὲ ῥεφερενδαρίοις καλουμένοις οὐκέτι ἀπέχρη ἀνενεγκεῖν εἰς τὸν βασιλέα τὰς τῶν ἱκετευόντων δεήσεις, ἐς δὲ τὰς ἀρχὰς ἀναγγεῖλαι μόνον, ᾗπερ εἰώθει, ὅ τι ἂν αὐτῷ ἀμφὶ τῷ ἱκέτῃ δοκῇ, ἀλλὰ ξυμφορήσαντες ἐκ πάντων ἀνθρώπων τὸν ἄδικον λόγον, φενακισμοῖς μὲν τὸν Ἰουστινιανὸν καὶ παραγωγαῖς τισιν ἐξηπάτων, τοῖς ταῦτα ἐπιτηδεύουσιν ὑποκείμενον φύσει. ἔξω δὲ αὐτίκα γενόμενοι καὶ τῶν σφίσιν ὡμιληκότων τοὺς ἀντιδίκους καθείρξαντες χρήματα οὐδενὸς ἀμυνομένου ἀνεξελέγκτως ἐπράσσοντο ὅσα ἂν αὐτοῖς διαρκῆ εἴη. καὶ στρατιῶται οἱ τὴν ἐν Παλατίῳ φρουρὰν ἔχοντες ἐν τῇ βασιλείῳ στοᾷ παρὰ τοὺς διαιτῶντας γενόμενοι βιαίᾳ χειρὶ τὰς δίκας ἐσῆγον. πάντες τε ὡς εἰπεῖν τὴν αὑτῶν ἐκλιπόντες τάξιν ὁδοὺς τότε κατ’ ἐξουσίαν ἐβάδιζον ἀπόρους τε καὶ ἀστιβήτους σφίσι τὰ πρότερα οὔσας, καὶ τὰ πράγματα πλημμελῶς πάντα ἐφέρετο, οὐδὲ ὀνόματός τινος ἰδίου μεταλαχόντα, ἐῴκει τε ἡ πολιτεία βασιλίδι παιζόντων παιδίων. ἀλλὰ τὰ μὲν ἄλλα μοι παριτέον, ὥσπερ τοῦδε ἀρχόμενος τοῦ λόγου ὑπεῖπον. λελέξεται δὲ ὅστις ἀνὴρ πρῶτος δικάζοντα δωροδοκεῖν τὸν βασιλέα τοῦτον ἀνέπεισε. Λέων ἦν τις, Κίλιξ μὲν γένος, ἐς δὲ φιλοχρηματίαν δαιμονίως ἐσπουδακώς. οὗτος ὁ Λέων κράτιστος ἐγένετο κολάκων ἁπάντων, καὶ οἷος ταῖς τῶν ἀμαθῶν διανοίαις τὸ δόξαν ὑποβαλέσθαι. πειθὼ γάρ οἵ τινα ξυναιρομένην ἐς τοῦ τυράννου τὴν ἀβελτερίαν ἐπὶ φθόρῳ τῶν ἀνθρώπων εἶχεν. οὗτος ἀνὴρ πρῶτος Ἰουστινιανὸν ἀναπείθει ἀπεμπολεῖν χρημάτων τὰς δίκας. ἐπειδή τε κλέπτειν ὅδε ὁ ἀνὴρ τρόπῳ τῷ εἰρημένῳ ἔγνω, οὐκέτι ἀνίει, ἀλλ’ ὁδῷ προϊὸν τὸ κακὸν τοῦτο ἐπὶ μέγα ἐχώρει, ὅστις τε δίκην λαχεῖν ἄδικον τῶν τινι ἐπιεικῶν ἐν σπουδῇ εἶχεν, εὐθὺς παρὰ τὸν Λέοντα ᾔει, καὶ μοῖραν τῶν ἀντιλεγομένων τινὰ ὁμολογήσας τῷ τε τυράννῳ καὶ αὐτῷ κείσεσθαι, αὐτίκα νενικηκὼς, οὐ δέον, ἀπηλλάσσετο ἐκ τοῦ Παλατίου. καὶ Λέων μὲν χρήματα ἐνθένδε περιβαλέσθαι μεγάλα κομιδῆ ἴσχυσε, χώρας τε πολλῆς κύριος γέγονε, Ῥωμαίοις δὲ τὴν πολιτείαν αἰτιώτατος γέγονεν ἐς γόνυ ἐλθεῖν.