Ancient Greek · ~2 min
Chapter 14
Procopius, Ἀπόκρυφη Ἱστορία 14.8
Not analysed yet
ἡ μὲν γὰρ βουλὴ ὥσπερ ἐν εἰκόνι ἐκάθητο, οὔτε τῆς ψήφου οὔτε τοῦ καλοῦ κυρία οὖσα, σχήματος δὲ μόνου καὶ νόμου ξυνειλεγμένη παλαιοῦ εἵνεκα, ἐπεὶ οὐδὲ φωνὴν ἀφεῖναί τινα ὁτῳοῦν τῶν ἐνταῦθα ξυνειλεγμένων τὸ παράπαν ἐξῆν, ἀλλ’ ὅ τε βασιλεὺς καὶ ἡ σύνοικος ἐκ τοῦ ἐπὶ πλεῖστον διαλαγχάνειν μὲν ἀλλήλοιν τῶν διαφερομένων ἐσκήπτοντο, ἐνίκα δὲ τὰ ἐν σφίσιν αὐτοῖς ὑπὲρ τούτων ξυγκείμενα.