Ancient Greek · ~5 min
14.1 to 14.7
Procopius, Ἀπόκρυφη Ἱστορία 14.1-7
Not analysed yet
Πραγμάτων γὰρ ἦν ἀωρία πολλὴ καὶ τῶν εἰωθότων οὐδὲν ἔμεινεν, ὧνπέρ μοι ὀλίγων ἐπιμνησθέντι σιωπῇ δοτέον τὰ λοιπὰ ξύμπαντα, ὡς μὴ ὁ λόγος ἀπέραντος εἴη. πρῶτα μὲν γὰρ οὐδὲν ἐς βασιλικὸν ἀξίωμα ἐπιτηδείως ἔχον οὔτε αὐτὸς εἶχεν οὔτε ξυμφυλάσσειν ἠξίου, ἀλλὰ τήν τε γλῶτταν καὶ τὸ σχῆμα καὶ τὴν διάνοιαν ἐβαρβάριζεν. ὅσα τε γράφεσθαι πρὸς αὐτοῦ βούλοιτο, οὐ τῷ τὴν κοιαίστωρος ἔχοντι τιμὴν, ᾗπερ εἰώθει, ἐπέστελλε διοικεῖσθαι, ἀλλ’ αὐτός τε τὰ πλεῖστα, καίπερ οὕτω τῆς γλώττης ἔχων, ἐκφέρειν ἠξίου καὶ τῶν παρατυχόντων πολὺς ὅμιλος, ὥστε τοὺς ἐνθένδε ἠδικημένους οὐκ ἔχειν ὅτῳ ἐπικαλοῖεν. τοῖς δὲ ἀσηκρῆτις καλουμένοις οὐκ ἀπεκέκριτο τὸ ἀξίωμα ἐς τὸ τὰ βασιλέως ἀπόρρητα γράφειν, ἐφ’ ᾧπερ τὸ ἀνέκαθεν ἐτετάχατο, ἀλλὰ τά τε ἄλλα ἔγραφεν αὐτὸς ὡς εἰπεῖν ἅπαντα καὶ εἴ που διατάσσειν τοὺς διαιτῶντας ἐν πόλει δεήσειεν, ὅπη ποτὲ αὐτοῖς τὰ ἐς τὴν γνῶσιν ἰτέον εἴη. οὐ γὰρ εἴα τινὰ ἔν γε τῇ Ῥωμαίων ἀρχῇ γνώμῃ αὐτονόμῳ τὰς ψήφους διδόναι, ἀλλὰ αὐθαδιζόμενος ἀλογίστῳ τινὶ παρρησίᾳ κρίσεις τε αὐτὸς τὰς ἐσομένας ἐρρύθμιζεν ἀκοῆς λόγον πρός του τῶν διαφερομένων λαβὼν καὶ ἀνάδικα εὐθὺς ἀβασανίστως τὰ δεδικασμένα ἐποίει οὐ νόμῳ τινὶ ἢ δικαίῳ ἠγμένος, ἀλλ’ ἀπαρακαλύπτως αἰσχροκερδείᾳ ἡσσώμενος. δωροδοκῶν γὰρ ὁ βασιλεὺς οὐκ ᾐσχύνετο, πᾶσαν αὐτοῦ τὴν αἰδῶ τῆς ἀπληστίας ἀφελομένης. Πολλάκις δὲ τά τε τῇ συγκλήτῳ βουλῇ καὶ τῷ αὐτοκράτορι δεδοκιμασμένα ἐς ἑτέραν τινὰ ἐτελεύτησε κρίσιν.