Ancient Greek · ~7 min
15.1 to 15.12
Procopius, Ἀπόκρυφη Ἱστορία 15.1-12
Not analysed yet
Ὁ μὲν οὖν Ἰουστινιανὸς τοιοῦτός τις ἦν. Θεοδώρα δὲ ἐν τῷ βεβαίῳ τῆς ἀπανθρωπίας ἐνδελεχέστατα ἐπεπήγει τὴν γνώμην. ἄλλῳ μὲν γὰρ ἀναπεισθεῖσα ἢ ἀναγκασθεῖσα εἰργάζετο οὐδὲν πώποτε, αὐτὴ δὲ τὰ δόξαντα ἐπετέλει αὐθαδιαζομένη δυνάμει τῇ πάσῃ, οὐδενὸς ἐξαιτεῖσθαι τὸν παραπεπτωκότα τολμῶντος. οὐδὲ γὰρ χρόνου μῆκος, οὐ κολάσεως πλησμονὴ, οὐχ ἱκετείας τις μηχανὴ, οὐ θανάτου ἀπειλὴ, ὅτι δὴ ἐξ οὐρανοῦ πεσεῖται τῷ παντὶ γένει ἐπίδοξος οὖσα, καταθέσθαι αὐτήν τι τῆς ὀργῆς ἔπειθε. καὶ συλλήβδην Θεοδώραν τῷ προσκεκρουκότι καταλλαγεῖσαν οὐδείς ποτε εἶδεν οὐδὲ ἐξ ἀνθρώπων ἀφανισθέντι, ἀλλὰ τοῦ τετελευτηκότος ὁ παῖς διαδεξάμενος τὸ τῆς βασιλίδος ἔχθος ὥσπερ ἄλλο τι τοῦ πατρὸς ἐς τριγένειαν παρέπεμπεν. ὁ γὰρ θυμὸς αὐτῇ κινεῖσθαι μὲν εἰς ἀνθρώπων φθορὰν ἑτοιμότατος ἦν, ἐς δὲ τὸ λωφῆσαι ἀμήχανος. Τὸ μέντοι σῶμα ἐθεράπευε μειζόνως μὲν ἢ κατὰ τὴν χρείαν, ἐλασσόνως δὲ ἢ κατὰ τὴν αὐτῆς ἐπιθυμίαν. ταχύτατα μὲν γὰρ ἐς τὸ βαλανεῖον, ἐς τὸ ἀκρατίζεσθαι ἐνθένδε ἐχώρει. ἀκρατισαμένη δὲ ἡσυχίαν ἦγεν. ἀριστῶσα μέντοι καὶ δεῖπνον αἱρουμένη ἐς πᾶσαν ἰδέαν ἐδωδίμων τε καὶ ποτῶν ἤρχετο, ὕπνοι τε αὐτῆς ἀεὶ μακρότατοι ἀντελαμβάνοντο, ἡμερινοὶ μὲν ἄχρι πρώτων νυκτῶν, νυκτερινοὶ δὲ ἄχρις ἡλίου ἀνίσχοντος. εἰς πᾶσάν τε οὕτως ἀκρασίας ἐκπεπτωκυῖα τρίβον ἐς τόσον ἡμέρας καιρὸν ἅπασαν διοικεῖσθαι ἠξίου τὴν Ῥωμαίων ἀρχήν. καὶ ἤν τῳ ἐπιστείλειε πρᾶξίν τινα ὁ βασιλεὺς οὐκ αὐτῆς γνώμῃ, ἐς τοῦτο τύχης περιειστήκει τούτῳ δὴ τῷ ἀνθρώπῳ τὰ πράγματα, ὥστε οὐ πολλῷ ὕστερον τῆς τε τιμῆς παραλυθῆναι ξὺν ὕβρει μεγάλῃ καὶ ἀπολωλέναι θανάτῳ αἰσχίστῳ. Τῷ μὲν οὖν Ἰουστινιανῷ ἅπαντα πράσσειν ῥᾴδιον ἦν, οὐχ ὅσον τῷ τῆς διανοίας εὐκόλῳ, ἀλλ’ ὅτι καὶ ἄυπνος ἦν ἐπὶ πλεῖστον, ὥσπερ εἴρηται, καὶ εὐπρόσοδος πάντων μάλιστα. πολλὴ γὰρ ἀνθρώποις ἐξουσία ἐγίνετο, καίτοι ἀδόξοις τε καὶ ἀφανέσι παντάπασιν οὖσιν, οὐχ ὅτι ἐντυχεῖν τῷ τυράννῳ τούτῳ, ἀλλὰ καὶ κοινολογεῖσθαι καὶ ἐξ ἀπορρήτων συγγίνεσθαι.