Ancient Greek · ~2 min
14.20 to 14.23
Procopius, Ἀπόκρυφη Ἱστορία 14.20-23
Not analysed yet
ἦν τε οὐδὲν τοῖς ξυμβεβηκόσιν ὀχύρωμα, οὐ νόμος, οὐχ ὅρκος, οὐ γράμματα, οὐ ποινὴ ξυγκειμένη, οὐκ ἄλλο τῶν πάντων οὐδὲν, ὅτι μὴ Λέοντι καὶ βασιλεῖ χρήματα προέσθαι. οὐ μὴν οὐδὲ τοῦτο ἐν τῷ βεβαίῳ τῆς γνώμης τῆς τοῦ Λέοντος ἔμενεν, ἀλλὰ μισθαρνεῖν καὶ πρὸς τῶν ἐναντίων ἠξίου. κλέπτων γὰρ ἀεὶ ἐφ’ ἑκάτερα τῶν ἐπ’ αὐτῷ προστεθαρρηκότων ὀλιγωρεῖν τε καὶ ἀπ’ ἐναντίας ἰέναι οὐδαμῆ αἰσχύνην ὑπώπτευεν εἶναι. οὐδὲν γὰρ αἰσχρὸν, εἰ μόνον τὸ κερδαίνειν προσῇ, ἐδόξαζέν οἱ αὐτῷ ἐπαμφοτερίζοντι ἔσεσθαι.