Ancient Greek · ~5 min
18.22 to 18.28
Procopius, Ἀπόκρυφη Ἱστορία 18.22-28
Not analysed yet
Τὰ μὲν οὖν ἐν Λιβύῃ τε καὶ Εὐρώπῃ κατὰ τὸν πόλεμον ξυνενεχθέντα τοιαῦτά ἐστι. Σαρακηνοὶ δὲ τοὺς ἑῴους Ῥωμαίους ἐκ τῆς Αἰγύπτου μέχρι τῶν Περσίδος ὁρίων πάντα τοῦτον τὸν χρόνον διηνεκῶς καταθέοντες οὕτω δὴ ἐνδελεχέστατα κατειργάσαντο, ὥστε ὀλιγανθρωπότατα ξύμπαντα ἐγεγόνει τὰ ἐκείνῃ χωρία, καὶ οὐ μήποτε ἀνθρώπῳ, οἶμαι, δυνατὰ ἔσται τὸ μέτρον τῶν οὕτως ἀπολωλότων διερευνωμένῳ εὑρέσθαι. Πέρσαι τε καὶ Χοσρόης τετράκις μὲν ἐμβάλλοντες ἐς τὴν ἄλλην Ῥωμαίων ἀρχὴν τάς τε πόλεις καθεῖλον καὶ τοὺς ἀνθρώπους οὓς ἂν λάβοιεν ἔν τε πόλεσι ταῖς ἁλισκομέναις καὶ χώρᾳ ἑκάστῃ τοὺς μὲν κτείνοντες, τοὺς δὲ ξὺν αὑτοῖς ἐπαγόμενοι, ἔρημον τὴν γῆν κατεστήσαντο τῶν ἐνοικούντων, ᾗπερ αὐτοὺς ἐπισκῆψαι ξυνέπεσεν. ἐξ οὗ δὲ καὶ εἰς γῆν τὴν Κολχίδα ἐσήλασαν, αὐτοῖς τε καὶ Λαζοῖς καὶ Ῥωμαίοις διαφθείρεσθαι μέχρι δεῦρο ξυμβαίνει. Οὐ μέντοι οὐδὲ Πέρσαις ἢ Σαρακηνοῖς ἢ Οὔννοις ἢ τῷ Σκλαβηνῶν γένει ἢ τῶν ἄλλων βαρβάρων τισὶν ἀκραιφνέσιν ἐκ Ῥωμαίων τῆς γῆς ξυνηνέχθη ἀπαλλαγῆναι. ἔν τε γὰρ ταῖς ἐφόδοις καὶ πολλῷ ἔτι μᾶλλον ἔν τε πολιορκίαις καὶ ξυμβολαῖς ἐναντιώμασι πολλοῖς προσεπταικότες οὐδέν τι ἧσσον ξυνδιεφθάρησαν. οὐ γὰρ Ῥωμαῖοι μόνον, ἀλλὰ καὶ βάρβαροι σχεδόν τι πάντες τῆς Ἰουστινιανοῦ μιαιφονίας ἀπώναντο. ἦν μὲν γάρ καὶ Χοσρόης αὐτός τε πονηρὸς τὸ ἦθος καὶ, ὥς μοι ἐν λόγοις εἴρηται τοῖς καθήκουσι, τὰς μὲν αἰτίας αὐτῷ τοῦ πολέμου ὅδε παρείχετο πάσας.