Ancient Greek · ~2 min
Chapter 18
Procopius, Ἀπόκρυφη Ἱστορία 18.29
Not analysed yet
οὐ γὰρ ἠξίου τοῖς καιροῖς ἐναρμόζειν τὰς πράξεις, ἀλλ’ ἀπὸ καιροῦ πάντα εἰργάζετο, ἐν μὲν εἰρήνῃ καὶ σπονδαῖς ἐξαρτυόμενος ἀεὶ νῷ δολερῷ ἐπὶ τοὺς πέλας πολέμου αἰτίας, ἐν δὲ τῷ πολέμῳ ἀναπεπτωκώς τε οὐδενὶ λόγῳ καὶ τὴν τῶν ἔργων παρασκευὴν ὀκνηρῶς ἄγαν διὰ φιλοχρηματίαν ποιούμενος, ἀντί τε σπουδῆς τῆς περὶ ταῦτα περισκοπῶν μὲν τὰ μετέωρα, περιέργος δὲ ἀμφὶ τῇ τοῦ θεοῦ φύσει γινόμενος, καὶ οὔτε τὸν πόλεμον μεθιεὶς, τῷ μιαιφόνος τις καὶ παλαμναῖος εἶναι, οὔτε περιεῖναι τῶν πολεμίων οἷός τε ὢν, τῷ μὴ τὰ δέοντα ὑπὸ σμικρολογίας περιεργάζεσθαι.