Ancient Greek · ~7 min
18.34 to 18.44
Procopius, Ἀπόκρυφη Ἱστορία 18.34-44
Not analysed yet
ἡ μέντοι τίσις τῶν ἁμαρτανομένων ἐκ τοῦ ἐπὶ πλεῖστον ἐς τοὺς Πρασίνους ἐγίνετο. ἔτι μὴν καὶ ἡ ἐς τοὺς Σαμαρείτας καὶ τοὺς καλουμένους αἱρετικοὺς κόλασις φόνου ἐνέπλησε τὴν Ῥωμαίων ἀρχήν. ταῦτα δέ μοι ὅσον ἐν κεφαλαίῳ εἰρῆσθαι ἀπομνημονεύεται τανῦν, ἐπεί μοι ἱκανῶς ὀλίγῳ ἔμπροσθεν δεδιήγηται. Ταῦτα μὲν κατὰ τὸν ἐν σώματι γενόμενον δαίμονα τετύχηκε γενέσθαι ἐς πάντας ἀνθρώπους, ὧνπερ τὰς αἰτίας αὐτὸς ἅτε βασιλεὺς καταστὰς ἔδωκε· καὶ ὅσα μέντοι κατακεκρυμμένῃ δυνάμει καὶ φύσει δαιμονίᾳ διειργάσατο ἀνθρώπους κακὰ, ἐγὼ δηλώσω. τούτου γὰρ Ῥωμαίων διοικουμένου τὰ πράγματα πολλὰ καὶ ἄλλα πάθη ξυνηνέχθη γενέσθαι, ἅπερ οἱ μὲν τῇ τοῦ πονηροῦ δαίμονος τῇδε παρουσίᾳ ἰσχυρίζοντο καὶ μηχανῇ ξυμβῆναι, οἱ δὲ αὐτοῦ τὸ θεῖον τὰ ἔργα μισῆσαν ἀποστραφέν τε ἀπὸ τῆς Ῥωμαίων ἀρχῆς, χώραν δαίμοσι τοῖς παλαμναίοις ἐνδεδωκέναι ταῦτα διαπράξασθαι τῇδε. Ἔδεσσαν μὲν γὰρ Σκιρτὸς ἐπικλύσας ὁ ποταμὸς μυρίων δημιουργὸς τοῖς ἐκείνῃ ἀνθρώποις συμφορῶν γέγονεν, ὥς μοι ἐν τοῖς ὄπισθεν λόγοις γεγράψεται. Νεῖλος δὲ ἀναβὰς μὲν ᾗπερ εἰώθει, χρόνοις δὲ οὐκ ἀποβὰς τοῖς καθήκουσι, δεινά τινας τῶν ᾠκημένων εἰργάσατο ἔργα, ἅπερ μοι καὶ πρότερον δεδιήγηται. Κύδνος δὲ Ταρσὸν περιβαλλόμενος σχεδόν τι πᾶσαν ἡμέρας τε αὐτὴν ἐπικλύσας πολλὰς οὐ πρότερον ἀπέστη ἕως αὐτὴν ἀνήκεστα κακὰ ἔδρασε. σεισμοὶ δὲ Ἀντιόχειάν τε καθεῖλον τὴν τῆς ἑῴας πρώτην καὶ Σελεύκειαν, ἥπερ αὐτῆς ἐκ γειτόνων οἰκεῖται, καὶ τὴν ἐν Κίλιξιν ἐπιφανεστάτην Ἀνάζαρβον. αἷς τῶν ξυναπολωλότων ἀνθρώπων τὸ μέτρον τίς ἂν διαριθμεῖσθαι δυνατὸς εἴη; προσθείη δὲ ἄν τις τά τε Ἴβωρα καὶ Ἀμάσειαν, ἣ πρώτη ἐν Πόντῳ ἐτύγχανεν οὖσα, Πολύβοτόν τε τὴν ἐν Φρυγίᾳ καὶ ἣν Πισίδαι Φιλομηδὴν καλοῦσι, Λύχνιδόν τε τὴν ἐν Ἠπειρώταις καὶ Κόρινθον, αἳ δὴ πολυανθρωπόταται ἐκ παλαιοῦ ἦσαν. ταύταις γὰρ ἁπαξαπάσαις ὑπὸ τοῦτον τὸν χρόνον σεισμῷ τε καταπεσεῖν καὶ τοῖς ᾠκημένοις σχεδόν τι πᾶσι ξυνδιολωλέναι τετύχηκεν. ἐπιγενόμενος δὲ καὶ ὁ λοιμὸς, οὗ πρόσθεν ἐμνήσθην, τὴν ἡμίσειαν μάλιστα τῶν περιγινομένων ἀνθρώπων ἀπήνεγκε μοῖραν.