Ancient Greek · ~2 min
Chapter 18
Procopius, Ἀπόκρυφη Ἱστορία 18.33
Not analysed yet
τοῦ γὰρ δικαίου καὶ τῆς ὁμοίας ἐπιστροφῆς ἐπὶ τοῖς ἁμαρτανομένοις ὡς ἥκιστα ὄντων, ἀλλὰ κατεσπουδασμένου τῷ βασιλεῖ θατέρου τοῖν μεροῖν μάλιστα ἡσυχίαν οὐδὲ θάτεροι ἦγον, ἀλλ’ οἱ μὲν τῷ ἐλασσοῦσθαι, οἱ δὲ τῷ θαρσεῖν ἐς ἀπόγνωσίν τε καὶ ἀπόνοιαν ἀεὶ ἔβλεπον, καὶ πὴ μὲν ἀθρόοι ἐπ’ ἀλλήλους ἰόντες, πὴ δὲ κατ’ ὀλίγους μαχόμενοι, ἢ καὶ κατ’ ἄνδρα ἕνα τὰς ἐνέδρας, ἂν οὕτω τύχοι, ποιούμενοι ἐς δύο καὶ τριάκοντα ἐνιαυτοὺς οὐδένα ἀνιέντες καιρὸν αὐτοί τε εἰργάζοντο ἀλλήλους ἀνήκεστα ἔργα καὶ πρὸς τῆς τῷ δήμῳ ἐφεστώσης ἀρχῆς ὡς τὰ πολλὰ διεφθείροντο.