Ancient Greek · ~1 min
19.9 to 19.10
Procopius, Ἀπόκρυφη Ἱστορία 19.9-10
Not analysed yet
ἅπερ γὰρ αὐτὸς ἐν τῷ παντὶ χρόνῳ σφετερίζεσθαί τε οὐ δέον καὶ ἀναλοῦν ἴσχυσεν, οὐδ’ ἄν τινα λόγον ἢ λογισμὸν ἢ μέτρον φανῆναι μηχανή τις οὐδεμία ἐστίν. ὥσπερ γάρ τις ποταμὸς ἀένναος ἐς ἡμέραν ἑκάστην ἐκδηιούμενος κατεληΐζετο τοὺς ὑπηκόους, ἐπέρρει δὲ ἅπαντα τοῖς βαρβάροις εὐθύς.