Ancient Greek · ~2 min
Chapter 19
Procopius, Ἀπόκρυφη Ἱστορία 19.11
Not analysed yet
Πλοῦτον οὕτω τὸν δημόσιον εὐθὺς ἐκφορήσας ἐπὶ τοὺς κατηκόους τὸ βλέμμα ἦγε, πλείστους τε αὐτίκα τὰς οὐσίας ἀφείλετο ἁρπάζων τε καὶ βιαζόμενος οὐδενὶ λόγῳ, τῶν ἐγκλημάτων τε οὐδαμῆ γεγονότων ὑπάγων τοὺς εὐδαίμονας ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ δοκοῦντας εἶναι, καὶ τοῖς μὲν πολυθεΐαν, τοῖς δὲ δόξης ἐν Χριστιανοῖς οὐκ ὀρθῆς αἵρεσιν, τοῖς δὲ παιδεραστίας, ἑτέροις ἱερῶν γυναικῶν ἔρωτας, ἢ ἄλλας τινὰς οὐ θεμιτὰς μίξεις, ἄλλοις στάσεως ἀφορμὴν, ἢ μέρους Πρασίνου στοργὴν, ἢ ἐς αὐτὸν ὑβρίζειν, ἢ ὄνομα ὁτιοῦν ἄλλο ἐπενεγκὼν, ἢ κληρονόμος αὐτόματος τοῖς τετελευτηκόσιν ἢ καὶ περιοῦσιν, ἂν οὕτω τύχοι, ἅτε ἐσποιητὸς πρὸς αὐτῶν γενόμενος.