Ancient Greek · ~2 min
Chapter 2
Procopius, Ἀπόκρυφη Ἱστορία 2.25
Not analysed yet
καίτοι εἰ παντὶ τῷ στρατῷ Τίγριν ποταμὸν διαβῆναι κατ’ ἀρχὰς ἤθελεν, οἶμαι ἂν αὐτὸν ξύμπαντα ληΐσασθαι τὰ ἐπὶ Ἀσσυρίας χωρία, καὶ μέχρι ἐς Κτησιφῶντα πόλιν οὐδενὸς τὸ παράπαν ἀντιστατοῦντος σφίσιν ἀφῖχθαι, καὶ τούς τε Ἀντιοχέων αἰχμαλώτους, ὅσοι τε Ῥωμαίων ἄλλοι ἐνταῦθα ὄντες ἐτύγχανον, διασωσάμενον ἐπανήκειν ἐς τὰ πάτρια ἤθη. ἔπειτα δὲ καὶ Χοσρόῃ αἰτιώτατος γέγονεν ἀδεέστερον ἐπ’ οἴκου ἀποκομίζεσθαι ἐκ τῆς Κολχίδος. ὅντινα δὲ τρόπον τετύχηκε τοῦτο αὐτίκα δηλώσω.