Ancient Greek · ~2 min
2.26 to 2.27
Procopius, Ἀπόκρυφη Ἱστορία 2.26-27
Not analysed yet
Ἡνίκα Χοσρόης ὁ Καβάδου εἰς γῆν ἐμβαλὼν τὴν Κολχίδα τά τε ἄλλα διεπράξατο, ἅπερ μοι ἔμπροσθεν δεδιήγηται, καὶ Πέτραν εἷλε, πολλοὺς τοῦ Μήδων στρατοῦ διεφθάρθαι ξυνέβη τῷ τε πολέμῳ καὶ ταῖς δυσχωρίαις. δύσοδός τε γὰρ, ὥσπερ μοι εἴρηται, ἡ Λαζική ἐστι καὶ ὅλως κρημνώδης. καὶ μὴν καὶ λοιμοῦ ἐπιπεσόντος σφίσι τὸ πλεῖστον τοῦ στρατοῦ ἀπολωλέναι ξυνέπεσε, πολλοὺς δὲ αὐτῶν καὶ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ διεφθάρθαι ξυνέβη.