Ancient Greek · ~2 min
Chapter 2
Procopius, Ἀπόκρυφη Ἱστορία 2.6
Not analysed yet
ἅπερ ἐπεὶ ὁ Βελισάριος ἔγνω, ὀξυθυμωθεὶς ὑπερφυῶς παρὰ τοὺς Φωτίου πόδας ἐπὶ στόμα πίπτει, καὶ αὐτοῦ ἐδεῖτο τιμωρεῖν οἱ αὐτῷ πάσχοντι ὑφ’ ὧν ἥκιστα χρῆν ἀνόσια ἔργα “Ὦ παῖ” λέγων “γλυκύτατε, πατέρα μὲν τὸν σὸν ὅστις ποτὲ ἦν οὐδαμῆ οἶσθα, ἐπεί σε ὑπὸ τιτθοῦ τρεφόμενον ἔτι καταλιπὼν ξυνεμετρήσατο τὸν ἑαυτοῦ βίον, οὐ μὴν οὐδέ του τῶν αὐτοῦ ὤνησαι. ἦν γὰρ τὰ ἐς τὴν οὐσίαν οὐ λίαν εὐδαίμων.