Ancient Greek · ~7 min
20.1 to 20.9
Procopius, Ἀπόκρυφη Ἱστορία 20.1-9
Not analysed yet
Πρῶτα τῷ δήμῳ ἔπαρχον ἐν Βυζαντίῳ ἐκ τοῦ ἐπὶ πλεῖστον ἐφίστη, ὃς δὴ ἔμελλε τοῖς τὰ πωλητήρια ἔχουσι πόρου ἐνιαυσίου ἐνθένδε διαλαγχάνων ἐς τὴν ἐξουσίαν αὐτοὺς ἐμβιβάζειν τοῦ τὰ ὤνια ὅπῃ βούλοιντο ἀποδίδοσθαι. καὶ περιεστήκει τοῖς τῇδε ἀνθρώποις ὠνεῖσθαι τὰ ἐπιτήδεια, τριπλασίονα μὲν καταβαλλομένοις τιμήματα, ὅτῳ δὲ ἂν διὰ ταῦτα ἐπικαλοῖεν, καλοῖεν, οὐδαμῆ ἔχουσι. μέγα τε τὸ ἀπὸ τοῦ ἔργου βλάβος ἠγείρετο. μέρος γὰρ τῆς βασιλείας τοῦδε φερομένης τοῦ πόρου πλουτεῖν ἀπ’ αὐτοῦ ἡ τῷ πράγματι ἐφεστῶσα ἀρχὴ ἤθελε. τὸ δὲ ἐνθένδε οἵ τε τῆς ἀρχῆς ὑπηρέται τῆς αἰσχρᾶς ταύτης ὑπουργίας ἐπειλημμένοι καὶ οἱ τὰ πωλητήρια ἔχοντες τῆς τοῦ παρανομεῖν ἐξουσίας δραξάμενοι ἀνήκεστα ἔργα τοὺς τότε ὠνεῖσθαι δεομένους εἰργάζοντο, οὐχ ὅσον πολλαπλάσια τὰ τιμήματα κομιζόμενοι, ἀλλὰ καὶ δολώσεις ἐν τοῖς ὠνίοις μηχανώμενοι ἀμυθήτους τινάς. Ἔπειτα δὲ πολλὰ καταστησάμενος τὰ καλούμενα μονοπώλια τήν τε κατηκόων σωτηρίαν ἀπεμπολήσας τοῖς τὸ ἄγος τοῦτο ἐνεργολαβεῖν ἀξιοῦσιν, αὐτὸς μὲν τίμημα τοῦ ἔργου τούτου ἀντιφορτισάμενος ἀπηλλάσσετο, τοῖς δὲ αὐτῷ ξυμβεβληκόσι παρείχετο τὴν ἐργασίαν ᾗ βούλοιντο διοικήσασθαι. ὅπερ ἀπαρακαλύπτως ἡμαρτάνετο κἀν ταῖς ἄλλαις ἁπάσαις ἀρχαῖς. βασιλέως γὰρ μοῖράν τινα οὐ πολλὴν ἀεὶ τῶν φωρίων κομιζομένου αἵ τε ἀρχαὶ ἀπ’ αὐτοῦ καὶ οἱ πράγματι ἐφεστῶτες ἑκάστῳ ἀδεέστερον τοὺς σφίσι παραπίπτοντας ἐληΐζοντο. ὥσπερ δὲ οὐχ ἱκανῶν οἱ ἐς τοῦτο οὐσῶν τῶν πάλαι διατεταγμένων ἀρχῶν, ἑτέρας δύο ἐπὶ τῇ πολιτείᾳ ἐπετεχνήσατο, καίτοι ἅπαντα μετῄει πρότερον τὰ ἐγκλήματα ἡ τῷ δήμῳ ἐφεστῶσα ἀρχή. ἀλλ’ ὅπως ἀεὶ πλείους τε οἱ συκοφάνται εἶεν καὶ πολλῷ ἔτι θᾶσσον τῶν οὐδὲν ἐπταικότων ἀνθρώπων τὰ σώματα αἰκίζοιτο, ταύτας δὴ τὰς ἀρχὰς ἐπινοεῖν ἔγνω. καὶ αὐταῖν τὴν ἑτέραν μὲν τοῖς κλέπταις δῆθεν τῷ λόγῳ ἐπέστησεν, ὄνομα ταύτῃ ἐπιθεὶς πραίτωρα δήμων· τῇ δὲ δὴ ἑτέρᾳ τούς τε παιδεραστοῦντας ἐς ἀεὶ τίννυσθαι καὶ γυναιξὶν οὐ νόμιμα μιγνυμένους ἐπήγγελλε, καὶ εἴ τῳ τὰ ἐς τὸ θεῖον οὐκ ὀρθῶς ἤσκηται,