Ancient Greek · ~6 min
19.12 to 19.17
Procopius, Ἀπόκρυφη Ἱστορία 19.12-17
Not analysed yet
αἱ γὰρ δὴ σεμνόταται τῶν πράξεων αὐτῷ τοιαῦται ἦσαν. ὅπως δὲ καὶ τὴν γενομένην ἐπ’ αὐτὸν στάσιν, ἣν Νίκα ἐκάλουν, διοικησάμενος πᾶσι κληρονόμος τοῖς ἐκ βουλῆς εὐθὺς γέγονεν ἤδη μοι ἔναγχος δεδιήγηται, καὶ ὅπως τῆς στάσεως πρότερον οὐκ ὀλίγων αὐτὸς ἰδίᾳ ἑκάστου τὴν οὐσίαν ἀφείλετο. Τοὺς δὲ βαρβάρους ἅπαντας οὐδένα ἀνιεὶς καιρὸν χρήμασιν ἐδωρεῖτο μεγάλοις, ἑῴους τε καὶ ἑσπερίους πρός τε ἄρκτον καὶ μεσημβρίαν, ἄχρι ἐς τοὺς ἐν Βρεττανίαις ᾠκημένους καὶ γῆς πανταχόθι τῆς οἰκουμένης τὰ ἔθνη, ὧνπερ οὐδὲ ὅσον ἀκοὴν πρότερον εἴχομεν, ἀλλὰ πρῶτον ἰδόντες εἶτα τοῦ γένους ὄνομα ἔγνωμεν. αὐτοί τε γὰρ πυνθανόμενοι τὸ τοῦ ἀνδρὸς ἦθος ἐπ’ αὐτὸν δὴ ἐκ πάσης γῆς ξυνέρρεον ἐς Βυζάντιον. καὶ ὃς οὐδεμιᾷ ὀκνήσει, ἀλλ’ ὑπερηδόμενός τε τῷ ἔργῳ τούτῳ, καί τι καὶ ἕρμαιον εἶναι οἰόμενος τὸν μὲν Ῥωμαίων ἐξαντλεῖν πλοῦτον, βαρβάροις δὲ ἀνθρώποις ἢ ῥοθίοις τισὶ θαλασσίοις προΐεσθαι, ἀεὶ καθ’ ἑκάστην αὐτῶν ἕκαστον ξὺν ἁδροῖς χρήμασιν ἀπεπέμπετο. ταύτῃ τε οἱ βάρβαροι ἅπαντες κύριοι τοῦ Ῥωμαίων παντάπασι γεγένηνται πλούτου, ἢ τὰ χρήματα πρὸς τοῦ βασιλέως κεκομισμένοι ἢ ληϊζόμενοι τὴν τῶν Ῥωμαίων ἀρχὴν, ἢ τοὺς αἰχμαλώτους ἀποδιδόμενοι, ἢ τὴν ἐκεχειρίαν ἀπεμπολοῦντες, τήν τε τοῦ ὀνείρου ὄψιν, ἧς ἄρτι ἐμνήσθην, ἐς τοῦτο τῷ ἰδόντι ἀποκεκρίσθαι τετύχηκε. καὶ ἄλλους μέντοι ἐπιτεχνήσασθαι τῆς τῶν κατηκόων λεηλασίας τρόπους ἴσχυσεν, οἵπερ ἐς ὅσον δυνατὸς ἂν εἴην αὐτίκα μάλα λελέξονται, δι’ ὧν οὐκ ἀθρόας, ἀλλὰ κατὰ βραχὺ τὰς πάντων οὐσίας ληΐζεσθαι διαρκῶς ἔσχε.