Ancient Greek · ~2 min
Chapter 21
Procopius, Ἀπόκρυφη Ἱστορία 21.24
Not analysed yet
ἐπεὶ δὲ αὐτοὺς οἱ χρόνῳ τῳ ἀρχὰς ἐκδεξάμενοι πολλῷ τῷ περιόντι παρελᾶν ἴσχυσαν, διηποροῦντο πρὸς ἀλλήλους οἱ ἄνθρωποι ὅντινα τρόπον οἱ πρόσθεν πονηρότατοι δόξαντες τοσούτῳ παραλόγῳ ἅτε αὐτοὶ καλοὶ καὶ ἀγαθοὶ γεγονότες ἐν τοῖς σφετέροις ἐπιτηδεύμασι, πρὸς τῶν ἐπιγενομένων ἡσσήθησαν, αὖθίς τε οἱ τρίτοι τοὺς δευτέρους ὑπερηκόντισαν πονηρίᾳ τῇ πάσῃ, καὶ μετ’ ἐκείνους ἕτεροι τοῖς τῶν ἐγκλημάτων καινοτομήμασιν ὄνομα χρηστὸν τοῖς φθάσασι προσετρίψαντο.