Ancient Greek · ~1 min
Chapter 21
Procopius, Ἀπόκρυφη Ἱστορία 21.25
Not analysed yet
μηκυνομένου τε τοῦ κακοῦ πᾶσιν ἐκμεμαθηκέναι τῷ ἔργῳ ξυνέβη ὅτι δὴ τοῖς ἀνθρώποις ἐπ’ ἄπειρον μὲν ἡ πονηρία φύεσθαι εἴωθε, μαθήσει δὲ τῶν προγεγενημένων ἐκτρεφομένη καὶ τῇ τῆς παρρησίας ἐξουσίᾳ ἐς τὸ λυμαίνεσθαι τοῖς παραπίπτουσιν ἐξαγομένη ἐς τοσόνδε ἀεὶ ἐξικνεῖσθαι δοκεῖ ἐς ὅσον δύναται ἡ τῶν βλαπτομένων σταθμᾶσθαι δόξα.