Ancient Greek · ~2 min
Chapter 23
Procopius, Ἀπόκρυφη Ἱστορία 23.1
Not analysed yet
Πρῶτον μὲν εἰθισμένον ἐκ παλαιοῦ ἕκαστον τὴν Ῥωμαίων ἀρχὴν ἔχοντα οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ πολλάκις τοῖς τῶν δημοσίων ὀφλημάτων λειψάνοις τοὺς κατηκόους δωρεῖσθαι πάντας, τοῦ μήτε τοὺς ἀπορουμένους τε καὶ ὅθεν ἂν ἐκτίνοιεν τὰ λείψανα ταῦτα οὐδαμῆ ἔχοντας διηνεκὲς ἀποπνίγεσθαι μήτε τοῖς φορολόγοις σκήψεις παρέχεσθαι, συκοφαντεῖν ἐγχειροῦσι τῶν τοῦ φόρου ὑποτελῶν τοὺς οὐδὲν ὀφείλοντας, οὗτος ἐς δύο καὶ τριάκοντα ἐτῶν χρόνον οὐδὲν τοιοῦτο ἐς τοὺς κατηκόους εἰργάσατο.