Ancient Greek · ~2 min
23.2 to 23.5
Procopius, Ἀπόκρυφη Ἱστορία 23.2-5
Not analysed yet
καὶ ἀπ’ αὐτοῦ τοῖς μὲν ἀπορουμένοις ἀναγκαῖον ἦν ἀποδρᾶναί τε καὶ μηδενὶ ἔτι ἐπανιέναι. καὶ οἱ συκοφάνται τοὺς ἐπιεικεστέρους ἀπέκναιον κατηγορίαν ἐπανασείοντες ἅτε τὸ τέλος ἐνδεεστέρως ἐκ παλαιοῦ καταβάλλοντας τῆς ἐγκειμένης τῷ χωρίῳ φορᾶς. οὐ γὰρ ὅσον οἱ ταλαίπωροι τὴν καινὴν τοῦ φόρου ἀπαγωγὴν ἐδεδίεσαν, ἀλλὰ καὶ χρόνων τοσούτων τὸ πλῆθος οὐδὲν προσῆκον βαρύνεσθαι φόροις. πολλοὶ γοῦν ἀμέλει τὰ σφέτερα αὐτῶν τοῖς συκοφάνταις ἢ τῷ δημοσίῳ προέμενοι ἀπηλλάσσοντο.