Ancient Greek · ~3 min
24.31 to 24.33
Procopius, Ἀπόκρυφη Ἱστορία 24.31-33
Not analysed yet
καὶ τοῖς ἐς τοῦτο ἀξιώματος ἥκουσι χρήματα ἐκ παλαιοῦ διατέτακται τοσαῦτα τὸ πλῆθος ὥστε πλέον ἀνὰ πᾶν ἔτος ἢ ἐς ἑκατὸν χρυσοῦ ἀγείρεσθαι κεντηνάρια τούτοις, καὶ αὐτούς τε γηροκομεῖσθαι καὶ τῶν ἄλλων πολλοὺς μετέχειν αὐτοῖς ὠφελείας ἐκ τοῦ ἐπὶ πλεῖστον τῆς ἔνθεν ξυνέβαινε, τῆς τε πολιτείας τὰ πράγματα ἐπὶ μέγα εὐπορίας ἀεὶ ταύτῃ ἐχώρει. ἀλλὰ βασιλεὺς ὅδε τούτων αὐτοὺς ἀποστερήσας σχεδόν τι ἁπάντων, αὐτοῖς τε καὶ τοῖς ἄλλοις ἀνθρώποις κακὰ ἤνεγκεν. ἁψαμένη γὰρ αὐτῶν ἡ πενία πρῶτον, εἶτα καὶ διὰ τῶν ἄλλων ἐχώρει, οἷς τι καὶ πρότερον ὠφελείας μετῆν. καὶ ἤν τις τὴν ξυμπεπτωκυῖαν αὐτοῖς ἐνθένδε ζημίαν ἐς ἔτη δύο καὶ τριάκοντα διαριθμοῖτο, εὑρήσει τὸ μέτρον ὧνπερ αὐτοὺς ἀποστερεῖσθαι ξυνέπεσε.