Ancient Greek · ~2 min
25.1 to 25.2
Procopius, Ἀπόκρυφη Ἱστορία 25.1-2
Not analysed yet
Τοὺς μὲν στρατευομένους οὕτως ὁ τύραννος ὅδε διεχρήσατο. ἅπερ δὲ αὐτῷ ἐς ἐμπόρους τε καὶ ναύτας καὶ βαναύσους καὶ ἀγοραίους ἀνθρώπους, δι᾽ αὐτῶν τε καὶ ἐς τοὺς ἄλλους ἅπαντας εἴργασται, φράσων ἔρχομαι. πορθμὼ δύο ἑκατέρωθεν Βυζαντίου ἐστὸν, ἅτερος μὲν ἐφ’ Ἑλλησπόντου ἀμφὶ Σηστόν τε καὶ Ἄβυδον, ὁ δὲ δὴ ἕτερος ἐπὶ τοῦ στόματος τοῦ Εὐξείνου καλουμένου Πόντου, οὗ τὸ Ἱερὸν ὀνομάζεται.