Ancient Greek · ~1 min
Chapter 25
Procopius, Ἀπόκρυφη Ἱστορία 25.26
Not analysed yet
μόνος δὲ ἀεὶ ὁ τῶν θησαυρῶν ἄρχων ἐνεργολαβῶν τὸ ἐμπόλημα τοῦτο μοῖραν μὲν βασιλεῖ, ὥσπερ εἴρηται, πόρων τῶν ἐνθένδε ἀποφέρειν ἠξίου, αὐτὸς δὲ τὰ πλείω φερόμενος δημοσίαις συμφοραῖς ἐπλούτει. ταῦτα μὲν οὖν τῇδε κεχώρηκεν.